Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπέρ ὦν φείδονται αἱ ψυχαὶ ὑμῶν. καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν οὓς ἐγκατελίπετε ἐν ῥομφαίᾳ πεσοῦνται,

καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε,

καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν [*](AQ)[*](12 καταισχυνθησεται] pr και A 13 ανθ] pr εν τη ακαθαρσια σου ζεμα A et (sub θʼ ?? ) Q (pro σου leg αυτης Qmg ; pro ζεμα, ζεμα Qa ασʼ συνταγη ζεμα εξεζεσε| Qmg εμιαινου] εμιανης A* ( ανθης A¹) συ] + και ουκ εκα- θαρισθης (εκαθερ. Q) απο ακαθαρσιας σου A et (sub α' θʼ ?? Q και τι εαν μη] και ετι εσται εαν μη A και ου μη Qmg om ετι A ενπλησω A μου] + εν σοι A 14 ελεησω] + (sub θ' ?? ) ουδ ου μη παρακληθω Q Κυριος 2⁰] pr αδωναι AQ εγω 2⁰] pr ιδου Q κατα τα αιματα] ras 2 litt post κα et rescr τα α Aᵃ ενθυμηματα 2⁰] εν sup ras Bᵃᵇ δια τουτο...παραπ. sub Q? ακαθαρτος] pr η AQ 16 των οφθαλμων] om των AQ ου μη] incep ουδ A* (ras ουδ A¹) κοπης] κοφη Qmg ουδε μη κλαυθης] ουδε μη κλαυσθης Bᵃᵇ ουδ ου μη κλαυσθης AQ* ουδ ου μη κλαυσῃς Qa + (sub θ' ?? ) ουδ ου μη ελθῃ δακρυα σου Q 17 στεναγμος] pr στεναζε σιγων Qmg εσει (-ση Bᵃᵇ) εσται αυτη A εστιν Q | improb ουκ Qᵃ συμπεπλεγμενον BᵇAQ 18 μοι 1⁰] +κς Q εσπερας] pr και απεθανεν η γυνη μου AQ ον τροπον 2⁰] καθως A 19 ουκ αναγγελλεις] ου μη απαγγειλῃς A ουκ αναγγελεις Q 20 λογος... εγενετο] ταδε λεγει αδωναι κς (sup ras) A¹ λογος εγενετο προς με Q 21 του Ισραηλ] om του Q* (hab Qmg Κυριος] κς κς ο θς A κς κς Q εγκατελειπετε AQ 22 ποιησετε] ποιησω A πεποιηκα] εποιησα A ου bis] + μη A φαγησθαι A)

437
ὑμῶν· § οὔτε μὴ κόψησθε οὔτε μὴ κλαύσητε, καὶ ἐντακήσεσθε ἐν ταῖς [*](B § Γ) ἀδικίαις ὑμῶν, καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ.

καὶ ἔσται Ἰεζεκιὴλ ὑμῖν εἰς τέρας, κατὰ πάντα ὅσα ἐποιήσατε ποιήσετε ὅταν ἔλθῃ ταῦτα· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.

Καὶσύ, υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ ὅταν λαμβάνω τὴν ἰσχὺν παρʼ αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν,

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἥξει ὁ ἀνασωζόμενος πρὸς σὲ τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα;

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασαωζόμενον· λαλήσεις, καὶ οὐ μὴ ἀποκωφωθῆς οὐκέτι, καὶ ἔσῃ αὐτοῖς εἰς τέρας· καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος.