Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἄμμὼν καὶ προφήτευσον ἐπʼ αὐτούς,

καὶ ἐρεῖς τοῖς υἱοῖς Ἄμμών Ἀκούσατε λόγον Κυρίου Τάδε λέγει Κύριος Ἀνθʼ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ,

διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κέδεμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιυ ¶ [*](¶ Γ) ἐν τῇ ἀπαρτείᾳ αὐτῶν ἐν σοί, καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρποὺς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου.

καὶ δώσω τὴν πόλιν τοῦ Ἄμμὼν εἰς νομὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἄμμὼν εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.

διότι τάδε λέγει Κύριος Ανθʼ ὧν ἐκρότησας τὴν χεῖρά [*](§ Γ) σου καὶ ἐπεψόφησας τῷ ποδί σου, καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ,

διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσιν, καὶ ἐξολεθρεύσω σε ἐκ τῶν [*](23 ουτε 1 ] ου A κλαυσητε] κλαυσθητε A 24 εποιησατε] εποιησε AQΓ BᵃᵇQ (σεν) εποιησα A Κυριος] pr αδωναι QΓ ᵛⁱᵈ 25 ισχυν] + αυτω, A ψυχης] pr της A 26 εν εκεινη τη ημερα] τη ημερα εκ. Q αναγγειλαι] απαγγειλαι Q ωτα] + σου A 27 εν τη ημερα εκεινη AQΓ λαλησεις] και ερεις A pr και QΓ om και 1⁰ A αποκωφωθησῃ Γ X X V 1 pr tit τοις υιοις Αμμων Qmg sup 3 Κυριου] pr αδωναι QΓ Κυριος] pr αδωναι AQΓ εβεβηλωθησαν A του Ιουδα] om του A 4 Κεδεμ]| in μ ras aliq Q Q?vid Κ[εδη[μ] Γᵛⁱᵈ κληρονομιαν] κατακληρονομιαν Q εν 1⁰] συν A σπαρ- τια BᵇAQ 6 νομην]| προνομην A 6 Κυριος] + ο θς A pr κς Q την κειρα] τας χερας A τη χειρι Qmg επεψοφησας] εψοφησας Q Ισραηλ] Ι sup ras B?vid 7 εκτενω] pr ιδου εγω A Γ et ( sub ?? ) Q (adnot εν τισιν ηστεριστο εν τισιν ου et ras asteriscum Q?mg εξολοθρευσω Bb: item 13, 16 )

438
[*](B) λαῶν, καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσει διότι [*](¶ Γ) ἐγὼ Κύριος.