Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐγὼ Κύριος λελάληκα, καὶ ἤξει καὶ ποιήσω, οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδοὺς σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἴματά σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει, οὐ μὴ κοπῆς οὐδέ μὴ κλαυθῆς.

στεναγμὸς αἵματος, ὀσφύος, πένθους ἔσει οὐκ ἔσται τὸ τρίχωμά σου συνπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσίν σου, οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν, καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς.

καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωὶ ὂν τρόπον ἐνετείλατό μοι ἑσπέρας, καὶ ἐποίησα τὸ πρωὶ ὃν τρόπον ἐπετάγη μοι.

καὶ εἶπεν πρὸς μέ ὁ λαός Οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστιν ταῦτα ἃ σὺ ποιεῖς;

καὶ εἶπα πρὸς αὐτοὺς Λόγος Κυρίου πρὸς μέ ἐγένετο λέγων