Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον, καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν· καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐκδικήσεις ἐποίησαν ἐν αὐτῇ εἰς τὰς θυγατέρας.

καὶ ἴδεν ἡ ἀδελφὴ αὐτῆς Ὀόλιβα, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπέρ αὐτήν, καὶ τὴν πορνείαν αὐτῆς [*](30 εστωτα προ προσωπου μου ολοσχερως] εστω (τα superscr) ολοσχ.προ προσ. AΟΓ μου Q oλοσχερως (ολεσχ. B* ολοσχ. Bᵇ)] το ολοσχερες A εν διακοπη φρασμου Qᵐᵍ γης] οργης μου A 31 θυμον] pr τον A συντελεσαι] + αυτους AΓ X X III 1 pr tit περι των δυο γυναικων Qᵐᵍ sup 2 θυγατερες μητρος μιας ησαν Q 3 ουτων 1⁰] + επορνευσαν A et (sub οι γ᾿ ?? ) Q εκει 2⁰] pr και A διεπαρθενευθησαν] + (sub ?? ) τιθοι (τιτθ. Qᵃ) παρθενειων ουτων Q 4 om ην 1⁰Q Οολλα bis] Oολα BᵃQ Ολλα A Ooλιβα bis] Ολιβα A |ην 2⁰] η Bᵃ?ᵇAQ ην 3⁰] η AQ Οολιβαν B 5 Οολα] Ολλα A επεθετο] προσε- θετο A 6 ενδεδυκοτας] ενδεδυμενους A νεανισκους A om και 20 AQ επι- λεκτους A ιππεις] ιπποις A * ᵛⁱᵈ ιπποι A? 7 πορνιαν A αυτης 1⁰] ουτων A πασιν AQ αυτης 2⁰] αυτοις Q* ᵛiᵈ (η sub ras Q?) 8 πορνιαν bis A et 1⁰ Salt Γ εγκατελιπεν Bᵃb Qᵃ εγκατελειπεν AQ )* Γ νεοτητι] pr τη A 10 αἰιχυνην] ασχημοσυνην A θυγατερες (10) B* ( ρας Bᵃᵇ) γιναιλας] pr τας A εποιησαν εκδικησεις A θυγατερας 2⁰] + αυτης AQ 11 ειδεν BᵃᵇA Οολιβα] η Ολιβα A διεφθειρεν AQ υπερ αυτην rescr Aᵃ? (επι αυτη A* ᵛⁱᵈ) | πορνιαν bis A : item 14, 27, 35 om αυτης υπερ την πορνειαν Q* (hab) Qmg) )

432
[*](B) ὑπέρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς·

ἐπὶ τοὺς υἷρὺς τῶν Ἀσσυρίων ἐπέθετο ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς, ἐνδεδυ. κοτας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφʼ ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες.

καὶ ἴδον ὅτι μεμίανται ὁδὸς μία τῶν δύο.

καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς, καὶ ἴδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι,

ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν παραβαπτὰ καὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων, γῆς πατρίδος αὐτοῦ.

καὶ ἐπέθετο ἐπʼ αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς, καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων.

καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος, εἰς κοίτην καταλυόντων, καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς, καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπʼ αὐτῶν.