Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀπεκάλυψεν τὴν πορνείαν αὐτῆς, καὶ ἀπεκάλυψεν αἰσχύνην αὐτῆς· καὶ ἀπέστη ἡ ψυχὴ μου ἀπʼ αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχὴ μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς.

καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέραν νεότητός σου ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ,

καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς ὄνων αἱ σάρκες αὐτῶν, καὶ αἰδοῖκ ἵππων τὰ αἰδοῖα αὐτῶν,

καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου.

Διὰ τοῦτο, Ὀόλιβα, τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀφʼ ὧν ἀπέστη ἡ ψυχή σου ἀπʼ αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν,

υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺκ καὶ Σοῦε καὶ Ὑχοῦε, καὶ πάντας υἱοὺς Ἀσσυρίων μετʼ αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγούς, πάντας τρισσοὺς καὶ ὀνομαστούς, ἱππεύοντας ἐφʼ ἴππων.

καὶ πάντες ἥξουσιν ἐπὶ σέ ἀπὸ βορρᾶ, ἄρματα καὶ τροχοὶ [*](AQ)[*](12 ενδεδυκοτας ευπαρυφα] ενδεδυμενους ευπορφυρα A ενδεδυκοτες ευπαραφυα Q (-υφα Q?vid) θʼ ενδεδυμενους παντοια σʼ ημφιεσμενους ενκατασκευα Qmg | ιππαζομενοι A 13 ειδον BᵃᵇAQᵃ 14 ειδεν BᵃᵇA εζωγραφημενους 2⁰] εζωγραφημενος A 15 εζωσμενους] διεζωσμενους A παραβαπτα και] και τιαραι βαπται A και τιαρα βαπτα Q οψις τρισση παντων] α ορασις σκυλευτων παντες σʼ ειδεα τριστατων παντω Qmg υιων] + (sub οι γʼ ?? Βαβυλωνος Q αυτου] ουτων AQmg 16 τη ορασει] εν ορ. A οφθαλμων] pr των Q αυτους 2⁰] ου sup ras Bᵃᵇ 17 ηλθοσαν] ηλθον A Βαβυλονος B καταλυοντων] α συζυγιας Qmg πορνια A item 29 ουτων] ων sup ras Bᵃᵇ 18 απεκαλυψεν 2⁰] επεκαλ.Q αισχυνην] την ασχημοσυνην A 19 ημερας AQ 20 ων] +ησαν AQmg 21 μαστοι] + επεσαν A 22 λιβα AQ Κυριος] κς κς ο θς A κς κς Q ιδου] pr επι σε ολιβα Λ του ερ. Q* (τους ερ. Qᵃ) 23 Φακουκ] και Φουδ A Φακουδ Q Σουε] Σουδ A Υχουε] πουδ A Κουε Q υιους 2⁰] pr τους A τρισσους] τριστατας Qmg 24 om και 1⁰ AQ τροχοι] +ιπποι A)

433
μετʼ ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλεῖ φυλακὴν ἐπὶ σὲ [*](B) κύκλῳ.

καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσίν σε ἐν τοῖς κρίμασιν αὐτῶν· καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί, καὶ ποιήσουσιν μετὰ σοῦ ἐν ὀργῆ θυμοῦ· μυκτῆράς σου καὶ ὦτά σου ἀφελοῦσιν, καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν. αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται·