Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς, 3καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν, ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν.

καὶ τὰ ὀνόματα αὐτῶν ἦν Ὄολλα ἡ πρεσβυτέρα, καὶ Ὀόλιβα ἡ ἀδελφὴ αὐτῆς. καὶ ἐγένοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας· καὶ τὰ ὀνόματα αὐτῶν, Σαμάρεια ἦν Ὄολλα, καὶ Ἰερουσαλὴμ ἦν Ὀόλιβα.

καὶ ἐξεπόρνευσεν ἡ Ὄολα ἀπʼ ἐμοῦ καὶ ἐπέ. θετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ,

ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι καὶ ἐπίλεκτοι, πάντες ἱππεῖς ἱππαζόμενοι ἐφʼ ἵππων.

καὶ ἔδωκεν τὴν πορνείαν αὐτῆς ἐπʼ αὐτοὺς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐυθυμήμασιν αὐτῆς ἐμιαίνετο.

καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐνκατέλιπεν, ὅτι μετʼ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ¶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπʼ αὐτήυ.

διὰ τοῦτο παρέδωκα [*](¶ Γ) αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυῥίων ἐφʼ σὓς ἐπετίθετο.