Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφʼ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό.

καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικράν, τοῦ ἐπιφαίνεσθαι αὐτὴν τὰ κλήματα αὐτῆς ἐπʼ αὐτό, καὶ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆς.

καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ ῥίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς.

εἰς πεδίον καλὸν ἐφʼ ὕδατι πολλῷ αὕτη πιαίνεται, τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπόν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην.

διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Εἰ κατευθυνεῖ, οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς, καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδʼ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥίζῶν αὐτῆς;

καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεταις; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀυθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπόν Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἰερουσαλήμ, καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα.

καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρῷ, καὶ τοὺς ἡγεμόνας τῆς γῆς λήμψεται,

τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι, τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάυειν αὐτήν.

καὶ ἀποστήσεται [*](AQ)[*](5 φυτον] + (sub θ΄ ??) ληπτον (λ. improb Q?) 6 ασθενουσαν] ευθη- νουσαν A | μικραν] + τω μεγεθει AQ του επιφαινεσθαι] τω επιφ. A | αυτην] αυτη| Avⁱᵈ | om επ αυτο και ριζαι αυτης Q* (hab Qmg) αυτο]αυτην A | ριζαι] pr αι A | bis scr υποκατω αυτης B* (uncis incl 2⁰ Bᵃᵇ) αυτης 3º] αυτου Qᵃ | ησαν uncis incl Bᵃ (ras uncos Bᵇ) αμπελον 2⁰] +μεγαλην A | αναδενδρα B* (-δραδα Bᵃᵇ) 7 ριζαι] pr αι AQ | εξαπεστειλεν] pr και A | αυτω | αυτην A | ποτισαι] ποιησαι Q | συν τω βωλω] απο του πρεμνου Qmg φυτιας A | 8 ποιειν] ποιησαι AQ | βλαστους] καρπον A | φερειν καρπον] ενεγκαι βλαστον A 9 Κυριος] pr αδωναι Q | κατευθυνει] κατευθυνθησεται A | απαλωτητος] απ sup ras Bᵃᵇ | καρπος] +αυτης Q | om σαπησεται Q* (hab Qmg) αυτης 2⁰] + (sub ??) ξηρανθησεται Q | ουδ] ουδε A 10 ουχ] ουχι A | κηρανθησεται 1º] +ξηρασια AQ | om ξηρανθησεται 2⁰ A 13 οικον] + Ιηλ A | ην] εστι A εστι Qmg | ταυτα ειπον] ταυτα α ειπον A ταυτα α ειπον αυτοις Qmg | οταν ελθη] ιδου ηξει Qmg | επι] εις A | om και 1º A | ληψεται Qᵃ: item 13 bis | om και τους αρχοντας αυτης A | εαυτον] αυτον A 13 om εκ Q | ηγεμοναπ] πγουμενους AQ 14 και ιστανειν] του ιστ. A )

417
ἀπ᾿ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Aἴγυπτον, [*](B) τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ; εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται;

ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν μὴ ἐν τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετʼ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει.

καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδʼ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς.

καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκα τὴν χεῖρα αὐτοῦ, καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωθήσεται;

διὰ τοῦτο εἰπόν Τάδε λέγει Κύριος Ζῶ ἐγὼ ἐὰν μὴ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσεν, καὶ τὴν διαθήκην μου ἣν παρέβη, καὶ δώσω αὐτὴν εἰς κεφαλὴν αὐτοῦ.

καὶ ἐκπετάσω ἐπʼ αὐτὸν τὸ δίκτυον, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ.

ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος λελάληκα.

Διότι τάδε λέγει Κύριος Καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐκλεκτῶν τῆς κέδρου ἐκ κορυφῆς, καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπʼ ὄρος ὑψηλόν,

καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραὴλ καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην· καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται· τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται.

καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ Κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινόν, καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν. ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.