Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Υἱὲ ἀνθρώπου, τί ὑμῖν ἡ παραβολὴ αὕτη ἐν τοῖς υἱοῖς Ἰσραήλ, λέγοντες Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν;

ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ.

ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται.

ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν δικαιοσύνην,

ἐπὶ τῶν ὀρέων οὐ φάγεται, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνθυμήματα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ,

καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει καὶ ἄρπαγμα οὐχ ἁρπᾶται, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ

καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεονασμὸν οὐ λήμψεται, καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ,

καὶ τοῖς προστάγμασίν μου πεπόρευται, τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστιν, ζωῇ ζήσεται, λέγει Κύριος.

καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμόν, ἐκχέοντα αἶμα καὶ ποιοῦντα ἁμάρτημα,

ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύθη, ἀλλὰ καὶ ἐπὶ τῶν ὀρέων ἔφαγεν καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐμίανεν,

καὶ πταωχὸν καὶ πένητα κατεδυνάστευσεν, καὶ ἄρπαγμα ἥρπασεν καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκεν καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἀνομίαν πεποίηκεν,

μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν· οὗτος ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύτας ἐποίησεν, θανάτῳ θανατωθήσεται, τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτὸν ἔσται.

ἐὸν δὲ γεννήσῃ υἱόν, καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὐτοῦ ἂς ἐποίησεν, καὶ φοβηθῇ καὶ μὴ ποιήσῃ κατὰ ταύτας,

ἐπὶ τῶν ὀρέων οὐ βέβρωκεν καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου Ἰσραήλ, καὶ τὴν [*](AQ)[*](XVIII 2 αυτη] + επι της γης A εγομφιασαν] εμωδιασαν Qmg 3 Κυριος] pr αδωναι AQ 4 αι ψυχαί] om αι Q om αυτη A αποθανειται] + και του φαγοσντος τον ομφακα αιμωδιασουσιν οι οδοντες ανιου A 5 om ος A δικαιοσυνην] pr κριμα και AQ) 6 προς 1⁰] επι A 7 αρτον] ᾱ|δρα A τω πεινωντι] om τω Q | περιβαλει] + ιματιον AQ* + ιματιω Qmg 8 ληφεται BᵇQᵃ: item 2o (2⁰) | om και 30 Q αδικειας Β* ( κιας Bᵇ) 9 τα δικαιωματα] pr και A om ουτος A | Κυριος] pr αδωναι AQ 10 και εαν γεννηση] εαν δε γεννησης A αμαρτημα] αμαρτηματα AQ 13 εδωκεν AQ θανατωθησεται] αποθανειται A om το αιμα αυτου 1π αυτον εσται Q* (hab) Q¹(ᵐᵍ¹) 14 γεννησης A κατα ταυτας] κατ αυτας Λ 15 ου βεβρωκεν] ουκ εφαγε| A ενθυμηματα] οι γʼ ειδωλα Qmg )

419
γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανεν,

καὶ ἄνθρωπον οὐ κατεδυνάστευσεν [*](B) καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασεν καὶ ἅρπαγμα οὐχ ἥρπασεν, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι ἔδωκεν καὶ γυμνὸν περιέβαλεν,

καὶ ἀπʼ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ, τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβεν, δικαιοσύνην ἐποίησεν καὶ ἐν τοῖς προστάγμασίν μου ἐπορεύθη, οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ, ζωῇ ζήσεται

ὁ δε πατήρ αὐτοῦ ἐὰν θλίψει θλίψῃ καὶ ἁρπάσῃ ἅρπαγμα, ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ μου, καὶ ἀποθανεῖται ἐν τῇ ἀδικίᾳ αὐτοῦ.

καὶ ἐρεῖτε Τί ὅτι οὐκ ἔλαβεν τὴν ἀδικίαν ὁ υἱὸς τοῦ πατρός; ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος πεποίηκεν, πάντα τὰ νόμιμά μου συνετήρησεν καὶ ἐποίησεν αὐτά, ζωῇ ζήσεται.

ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται· ὁ δὲ υἱὸς οὐ λήμψεται τὴν ἀδικίαν τοῦ πατρός, οὐδὲ ὁ πατὴρ λήμψεται τὴν ἀδικίαν τοῦ υἱοῦ· δικαιοσύνη δικαίῳ ἐπʼ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμῳ ἐπʼ αὐτὸν ἔσίοι.