Epistula Jeremiae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

πῶς οὗν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὐκ εἰσὶν θεοί, οἱ οδτε σώζουσιν ἑαυτοὺς ἐκ πολέμου οὕτε ἐκ κακῶν;

ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶν ψευδῆ· τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται ὅτι οὐκ εἰσὶ θεοὶ ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, καὶ οὐδὲν θεοῦ ἔργον ἐν αὐτοῖς ἐστίν.

Τίνι οὗν γνωστέον ἐστὶν ὅτι οὐκ εἰσὶν θεοί;

βασιλέα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν, οὕτε ὑετὸν ἀνθρώποις οὐ μὴ δώσιν,

κρίσιν τε οὐ μὴ διακρίνωσιν ἑαυτῶν, οὐδὲ μὴ όύσωνται ἀδίκημα, ἀδύνατοι ὄντες·

ὥσπερ γὰρ κορῶναι ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς. καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίνων ἡ περιχρύσων ἡ περιαργύρων πῦρ, οἱ μέν ἱερεῖς αὐτῶν φεύξονται καὶ διασωθήσονται, αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται.

[*](AQ)[*](41 νοησαντες] pr τουτο A κατελειπειν Qᵃ 42 περιτιθεμεναι A εγκα- θηνται BᵃᵇAQ) θυμιωσαι] θυμιωντες A 43 εφελκυσθεισα (επελκ. Q* εφελκ. Qᵃ)] απελκυσθεις A κοιμηθῇ] + μετ αυτης A πλησιον] + αυτης A οτι] ο sup ras A ουκ B* ου κ B? ουτε] ουδε AQ 44 γινομενα A (γειν.) Q αυτοις] pr παρ A pr εν Q ως] ωστε AQ αυτου A* (.τους Aᵃ) 45 κατασκευασμενα B* ᵇA (κατεσκ. BᵃᵇQ) εισιν] εστιν A συθεν (.δεν )] + γαρ A μη] pr ου A γενηται] γενωνται AQ om οι τεχνιται αυτα γενεσθαι A 47 τε δη] ουν A γε Q κατασκευασθεντα] + ειναι θεοι A κατελειπον A 48 om επελθῃ A αυτα] αυτους A συναποκρυβωσιν AQ* (.σι Qᵃ) 49 εισι Q θεοι] + αλλ εργα χειρυν ανων Q om οι A εαυτους] αυτους AQ πολεμων A 50 om γαρ Q εστιν 1⁰] εισιν A εθνεσιν A om τε A φανερα Q εσται] εστιν A εισιν AQ* (σι Qᵃ) θεου] ουν A 51 γνωστεον] γνωστον A pr ου Q εστιν] ουκ εσται A εισιν] εισι Qᵃ 52 αναστησουσιν Q δωσιν] δωσουσιν Q* (-σι Qᵃ) 53 διακρινωσιν] κρινωσιν Q εαυτων] ουτων AQ ουδε] ουτε Q αδικημα] αδικουμενον A 54 γαρ 1⁰] αι AQmg |ανα μεσον] pr αι A εμπεση] πεση Q om πυρ A)
383

βασιλεῖ δέ καὶ πολεμίοις οὐ μὴ ἀντιστώσιν.

πῶς οὗν ἐκδεκτέον [*](Β) ἤ νομιστέον ὅτι εἰσὶν θεοί; Οδτε ἀπὸ κλεπτῶν οὕτε ἀπὸ λῃστῶν οὐ μὴ διαθώσιν, θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι·

ὦν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον, καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὕτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν.

ζώστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν ἡ σκεῦος ἐν οἰκίᾳ χρήσιμον, ἐφ ᾧ κεχρήσεται ὁ κεκτημένος, ἤ οἱ ψευδεῖς θεοί ἡ καὶ θύρα ἐν οἰκίᾳ διασώζουσα τὰ ἐν αὐτῇ ὄντα ἤ οἱ ψευδεῖς θεοί, καὶ ξύλινος στύλος ἐν βασιλείοις ἤ οἱ ψευδεῖς θεοί

ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοα εἰσιν.

ῶὡσαύτως καὶ ἀστραπὴ ὅταν ἐπιφανῇ εὐοπτός ἐστιν· τὸ δʼ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ