Epistula Jeremiae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

χήραν οὐ μὴ ἐλεήσωσιν, οὕτε ὀρφανὸν εὗ ποιήσουσιν.

τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμένοι εἰσὶν τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα, οἱ δῆ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται.

πώς οὗν νομιστέον ἤ κλητέον αὐτοὺς ὑπάρχειν θεούς;

Ἐτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά, oζ ὅταν ἴδωσιν ἐνεὸν οὐ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσιν φωνῆσαι, ὡς δυνατοῦ ὄντος αὐτοῦ αἰσθέσθαι,

καὶ [*](26 πεση] + μη δυνασθαι Q ουτων] εαυτων A μητε 1⁰] μη ποτε AQ AQ (μητε Qᵃ) αυτο] αυτον A μητε 2⁰] μη ποτε A ου μη] incep ορθω B (ου μη B¹ⁱᵛᵈ⁾) αλλ] αλλα A παρατιθεται] παρατιθεασιν Q* σι Qᵃ) 27 γυναι- κες] + ουτων A ουτε 1⁰] ουδεν Q ουτε 2⁰] ουδε Q μη μεταδωσιν] μεταδιδοα- σιν (-σι Qᵃ) AQ 28 λεχως B* λοχως Bᵇ⁽ᵛᵈ λοχω A λεχω Q γνοντες] γνωτε O* (γνοντ.Qmg) εισι Qᵃ 29 bis scr γαρ κληθειησαν B* (uncis incl 2° Bᵃᵇ) κληθειησαν] κληθησονται A παρατιθεασι Qᵃ 30 οι ιερεις διφρευου- σιν] οι ιερ. διαφθειρουσιν A καθιζουσιν οι ιερ. Q] εξυρημενοι A ακαλυπτοι] ακατακαλυπτοι Qmg 31 ορυονται A ωρυοντο Q περιδειπνω (παιδιπνω sic A)] περιδειπνου Q* (-νω Qᵃ) 32 ενδυσουσιν] ενδυουσιν Q* (σι Qᵃ) 33 δυνησονται] pr ου Q 34 επιζητησουσιν Q 25 μη 2⁰] pr ου AQ 36 περιστησωσιν] παραστησωσιν A 37 ποιησωσιν AQ 38 εισι Qᵃ 39 νομισταιον η κληταιο A 40 ου] μη Q Bηλον] Βηλ A |αξιουσι AQ φωνησαι] τοτε λαλησαι A)

382
[*](B) οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτά, αἵσθησιν γὰρ οὐκ ἔχουσιν.

αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία ἐν ταῖς οδοῖς ενκαθηνται, θυμιῶσαι τὰ πίτυρα·

ὅταν δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὕτε τὸ σχοινίον αὐτῆς διερράγη.

πάντα τὰ γενόμενα αὐτοῖς ἐστὶν ψευδῆ. πῶς οὗν νομιστέον ἡ κλητέον ὡς θεοὺς αὐτοὺς ὑπάρχειν

Ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατασκευασμένα εἰσίν· οὐθὲν ἄλλο μὴ γένηται ἤ ὃ βούλονται οἱ τεχνῖται αὐτὰ γενέσθαι.

φὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι·

πῶς τε δὴ μέλλει τὰ ὑπʼ αὐτῶν κατασκευασθέντα; κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις.

ὅταν γὰρ ἐπέλθῃ ἐπʼ αὐτὰ πόλεμος καὶ κακά, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συναποκρυβῶσι μετʼ αὐτῶν.