Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν·
  2. ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν.
  1. Aἶγυπτος ἔδωκεν χείρα.
  2. Ἀσσοὺρ εἰς πλησμονὴν αὐτῶν.
  1. οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν,
  2. ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.
  1. δοῦλοι ἐκυρίευσαν ἡμῶν,
  2. λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.
  1. ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν
  2. ἀπὸ προσώπου όομφαίας τῆς ἐρήμου.
  1. τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη,
  2. συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.