Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. γυναῖκας ἐν Σειὼν ἐταπείνωσαν,
  2. παρθένους ἐν πόλεσιν Ἰούδα.
  1. ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν,
  2. πρεσβύτεροι οὐκ ἐδοξάσθησαν.
  1. ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον,
  2. καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν.
  1. καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν,
  2. ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν,
  1. κατέλυσεν χαρὰ καρδίας ἡμῶν,
  2. ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν,
  1. ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς.
  2. οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.