Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

    Τήθ.

  1. Καλοὶ ἦσαν οἱ τραυματίαι όομφαίας ἡ οἱ τραυματίαι λιμοῦ·
  2. ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γενημάτων ἀγρῶν.
[*](AQ)[*](3 γιμελ] γιμλ A σκυμνους Q θυγατερες AQ 4 δαλεθ] δελεθ A δελθ Q ο διακλῶν] και ο κλων A 5 εσθιοντες A τροφας] τρυφος Q κοκκῳ] κόλπων A κόκκων Q περιεβαλοντο] περιελαβον A 6 ανομια] pr η A 7 ζαιν] ζαι AQ distinx post ελαμψαν Q επυρωθησαν] ετυ- ρωθησαν AQ* (επυρ. Qmg) distinx post ετυρ. Q 8 τα oστεα] τα οστα AQ των οστων Qᵐᵍ)
375
[*](B)

    Ἰώδ.

  1. Χεῖρες γυναικῶν οἰκτειρμόναων ἥψησαν τὰ παιδία αὐτῶν,
  2. ἐγενήθησαν εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς θυγατρὸς
  3. λαοῦ μου.

    Χάφ.

  1. Συνετέλεσεν Κύριος θυμὸν αὐτοῦ, ἐξέχεεν θυμὸν ὀργῆς αὐτοῦ,
  2. καὶ ἀνῆψεν πῦρ ἐν Σειών, καὶ κατέφαγεν τὰ θεμέλια αὐτῆς.

    Αάβδ.

  1. Οὐκ ἐπίστευσαν βασιλεῖς γῆς, πάντες οἱ κατοικοῦντες τὴν
  2. οἰκουμένην,
  3. ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίίδων διὰ τῶν πυλῶν Ἰε.
  4. ρουσαλήμ.

    Μήμ.

  1. Ἐξ ἁμαρτιῶν προφητῶν αὐτῆς, ἀδικιῶν ἱερέων αὐτῆς,
  2. τῶν εκχεοντων αἶμα δίκαιον ἐν μέσῳ αὐτῆς.

    Nούν.

  1. Ἐσαλεύθησαν ἐγρήγοροι αὐτῆς ἐν ταῖς ἐξόδοις,
  2. ἐμολύνθησαν ἐν αἵματι ἐν τῷ μὴ δύνασθαι αὐτούς,
  3. ἥψαντο ἐνδυμάτων αὐτῶν.