Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

    Σάμεχ.

  1. Ἀπόστητε ἀκαθάρτων, καλέσατε αὐτοὺς Ἀπόστητε ἀπόστητε,
  2. μὴ ἄπτεσθε,
  3. ὅτι ἀνήφθησαν καί γε ἐσαλεύθησαν·
  4. εἶπατε ἐν τοῖς ἔθνεσιν οὐ μὴ προσθῶσιν τοῦ παροικεῖν.

    Ἄιν.

  1. Πρόσωπον Κυρίου μερὶς αὐτῶν, οὐ προσθήσει ἐπιβλέψαι
  2. αὐτοῖς·
  3. πρόσωπον ἱερέων οὐκ ἔλαβον, προφήτας οὐκ ἠλέησαν.
[*](10 ιωδ] ιωθ Q λαου] pr του AQ 11 om χαφ A θυμον οργης] AQ οργην θυμου A pr ?? τον Οᵐᵍ Σιων AQ 12 λαβδ] λαβεδ Bᵃᵇ λαμδ Q 13 αυτης 1⁰] αντων A αδικειων B* (-κίων Bᵇ) 14 νοῦν] νουμ A εγρη- γοροι] pr οἱ ᵇ ἐν 1⁰] επι A ηψατο A 15 σαμεχ] σαχχ A σαμχ Q ἀκαθάρτων] pr απο A αποστητε 3⁰] + ακαθαρτου Qmg προσθωσι Qa 16 αιν] φη Qmg ουκ ελαβον] superscr ουκ ηλεησαν Qᵇ προφητας] πρεσβυ- τας AQ)
376
[*](Β)

    Φή.

  1. Ἔτι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀφθαλμοὶ ἡμῶν,
  2. εἰς τὴν βοήθειαν ἡμῶν μάταια ἀποσκοπευόντων ἡμῶν.

    Ταδή.

  1. Ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῶζον,
  2. ἐθηρεύσαμεν μικροὺς ἡμῶν τοῦ μὴ πορεύεσθαι ἐν ταῖς πλα-
  3. τείαις ἡμῶν.

    Κὼφ.

  1. Ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστιν
  2. ὁ καιρὸς ἡμῶν·
  3. κοῦφοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπέρ ἀετοὺς οὐρανοῦ,
  4. ἐπὶ τῶν ὀρέων ἐξέπτησαν, ἐν ἐρήμῳ ἐνήδρευσαν ἡμᾶς.

    'Ρήχς.

  1. Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κύριος συνελήμφθη ἐν ταῖς
  2. διαφθοραῖς αὐτῶν,
  3. οὖ εἶπαμεν Ἐν τῇ σκιῷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.