Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

    Γίμελ

  1. Καί γε δράκοντες ἐξέδυσαν μαστούς,
  2. ἐθήλασαν σκύμνοι αὐτῶν θυγατέρας λαοῦ μου εἰς ἀνίατον,
  3. ὡς στρουθίον ἐν ἐρήμῃ.

    Δάλεθ.

  1. Ἐκολλήθη ἡ γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν
  2. δίψει·
  3. νήπια ῆτησαν ἄρτον, ὁ διακλῶν οὐκ ἔστιν αὐτοῖς.

  1. Οί ἔσθοντες τὰς τροφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις,
  2. οἱ τιθηνούμενοι ἐπὶ κόκκῳ περιεβάλοντο κοπρίας.

    Οὐαό.

  1. Καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαοῦ μου ὑπέρ ἀνομίας
  2. Σοδόμων,
  3. τῆς κατεστραμμένης ὥσπερ σπουδῇ, καὶ οὐκ ἐπόνεσαν ἐν
  4. αὐτῇ χεῖρας.

    Ζάιν.

  1. Ἐκαθαριώθησαν Ναζειραῖοι αὐτῆς ὑπέρ χιόνα, ἔλαμψαν ὑπέρ
  2. γάλα,
  3. ἐπυρώθησαν ὑπέρ λίθους, σαπφείρου τὸ ἀπόσπασμα αὐτῶν.

    Ἥθ.

  1. Ἐσκότασεν ὑπέρ ἀσβόλην τὸ εἶδος αὐτῶν, οὐκ ἐπεγνώσθησαν
  2. ἐν ταῖς ἐξόδοις·
  3. ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν, ἐξηράνθησαν, ἐγενήθησαν
  4. ὥσπερ ξύλον.