Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς.

Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ἁσελεισὴλ τὴν ἐν οἴκῳ Κυρίου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπʼ ἐμοῦ ῥῆμα.

καὶ εἶπεν Ἰερεμίας τῷ βασιλεῖ Ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου.

καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων Ζῇ Κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων.

καὶ εἶπεν αὐτῷ Ἰερεμίας Οὕτως εἶπεν [*](U+05D0AQ)[*](7 ηκουσεν] ησεν U+05D0* (κου superscr U+05D0?) Εθιοψ U+05D0* + παντες ?? ανηρ ευνουχος Qmg αυτος] pr ην Q οικια] τη αυλη Q εδωκαν] ενεβαλον Q Ιερεμιαν] pr τον Q ην] om Q παντες ?? εκαθητο Qᵐᵍ πυλη] αυλη A Βενιαμιν U+05D0 9 επονηρευσω (-σου U+05D0)... τουτον] ?? κυριε βασιλευ επονηρευσαντο οι ανδρες ουτοι απαντα οσα εποιησαν Ιερεμια τω προφητη οτι ενεβαλον αυτον εις τον λακκον κ αποθανειται υποκατω αυτου Qmg τουτον] του θυ Qmg εν τη πολει] εις την πολιν U+05D0 10 βασιλεις U+05D0* Αβδεμελεχ] + παντες ?? τω Αιθιοπι Q mg λεγων] ειπας Q mg εις τας χειρας σου] εις τη χειρα σ. A μετα σεαυτου Qᵃ (-τω Q*) εντευθεν] απ εντευθεν A τριακοντα] λ΄ U+05D0 ανθρωπους] ανδρας Q αναγαγε] αναγαβε U+05D0* (-γαγε U+05D0c.a(?)) 11 ανθρωπους] + ?? μεθ εαυτου Qmg υπογεον U+05D0 υπογαιον AQ* (-γειον Qᵃ) + ?? του θησαυρου Qmg | ρακκη U+05D0c.a σχονια U+05D0* ερριψεν Bᵃ?ᵇU+05D0AQ Ιερεμιαν] pr τον A λακκον (-ων U+05D0*)] + θ΄ ?? εν τοις σχοινιοις Qmg 12 ειπεν] + προς αυτον Q + θ΄ ?? Αβδεμελεχ ο Αιθιοψ προς Ιερεμιαν Qmg ταυτα θες] θες ταυτα Q θ΄ ?? θες τα παλαια ρακη κατα μαλεειν υπο τους αγκωνας των χειρω| σου Qmg 13 τοις σχοινιοις] pr εν AQ Ιηρεμιας A item 17 τη αυλη] om τη U+05D0A 14 ασελεισηλ] ασαλιηλ U+05D0 σαλαθιηλ A ασιλισιηλ Q* ασαλισιηλ οι λοιποι την τριτη Qmg μη δη] δη μη U+05D0* om δη U+05D0?Aq 15 Ειερεμιας A θανατω με θανατωσεις] θανατωσεις με A εαν 2⁰] αν U+05D0 | μου ακουσης A 16 δωσω] παραδωσω χειρας] pr τας Qmg τουτων] + α΄σ΄ των ζητουντω| την ψυχην σου Qmg )

333
Κύριος Ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, [*](B) ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου.

καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωθῇς.

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἰερεμίᾳ Ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου.

καὶ εἶπεν Ἰερεμίας Οὐ μὴ παραδῶσίν σε· ἄκουσον τὸν λόγον Κυρίου ὃν ἐγὼ λέγω πρὸς σέ, καὶ βέλτιον ἔσται σοι καὶ ζήσεται ἡ ψυχὴ σου.