Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν, οὕτως ὁ λόγος ὃν ἔδειξέν μοι Κύριος

Καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ἰούδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον Ἠπάτησάν σε, καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου, καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου, ἀπέστρεψαν ἀπὸ σοῦ.

καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται.

καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς.

καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι, καὶ ἔλθωσιν πρὸς σέ καὶ εἴπωσίν σοι Ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς; μὴ κρύψῃς ἀφʼ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε· καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς;

καὶ ἐρεῖς αὐτοῖς Ῥίπτω ἐγὼ τὸν ἔλεόν μου κατʼ ὀφθαλμοὺς τοῦ βασιλέως [*](17 βασιλεω U+05D0*ᵛⁱᵈ (ς superscr U+05D0?) ζησεται] pr και U+05D0A 18 και εαν] εαν U+05D0AQ δε Qmᵍ εξελθης] ελθης U+05D0* (εξελθ. U+05D0?) α΄ συ προς τους αρχοντας βασιλεως Βαβυλωνος Qmg δοθησεται] παραδοθησεται A των Χαλδαιων (-δεων U+05D0)] βα- σιλεως Βαβυλωνος A καυσουσιν] κατακαυσουσιν Qmg σωθης] + α΄ ?? εκ χειρος ουτων Qmg 19 βασιλευς] + Σεδεκιας U+05D0 | τω Ιερεμια] om τω U+05D0 | Ιουδεων U+05D0 | πεφευοτων U+05D0* (γ superscr U+05D0?) Χαλδεους U+05D0 : item 23 20 παραδωσιν (-σειν Bᵃᵇ)] παραδωσουσιν U+05D0AQ ακουσον] pr και U+05D0 + ?? δη Qmg τον λογον] om τον A 21 θελεις] βουλη A ουτος U+05D0AQ μοι] σοι U+05D0* (μοι U+05D0c.a(?)) 22 οικεια Q* βασιλεως 1⁰] pr του U+05D0 | βασιλεως Ιουδα sup ras et in mg Aa (om βασ. A*ᵛⁱᵈ) εξαγοντο Qb?c? αρχοντας βασιλεως] βασιλεα Q* (τους αρχ. βασιλεως Qmg) ελεγον] λεξουσι| Qb? ηπατησεν A δυνησονται] ηδυνασθησαν Q καταλυσουσιν] κατισχυσουσιν Q ποδα U+05D0* (ποδας U+05D0c.ᵃ) ποδος Qa | απε- στρεψαν] απεστρεψεν U+05D0* και απεστρεψα U+05D0c.a και απεστρεψαν A 23 τα τεκνα σου και τας γυναικας σου A τας γυναικας] pr ?? πασας Qmg | εξαξουσι Qᵃ σωθης] σωθηση + θ΄ ?? εκ της χειρος αυτου Qmg εν χειρι] εις χειρας A συλλημφθηση (συλληφθ. Qa)] παραδοθηση A κατακαυθησεται] + εν πυρι Qᵐᵍ 24 συ] σοι A 25 ελαλη Q* (σα superscr Qmg) ελθωσι, ειπωσι Qᵃ ελαλησεν σοι ο βασιλευς] ελαλησας προς τον βασιλεα Q* (ελαλησεν σοι ο β. Qmg) om σοι U+05D0* (superscr U+05D0c.a (?)) κρυψης] pr δη A 26 τον ελεον] το ελεος U+05D0AQ)

334
[*](B) πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ἰωναθὰμ ἀποθανεῖν ἐκεῖ.

καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ἰερεμίαν καὶ ἠρώτησαν αὐτόν· καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη λόγος Κυρίου.

καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήμφθη Ἰερουσαλήμ.