Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν,

οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶν Κύριος.

ὅτι αὕτη ἡ διαθήκη μου ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ Μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶν Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.

καὶ οὐ διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν [*](23 om οτι U+05D0AQ Κυριος] + ?? των δυναμεω| θς Ιηλ Qᵐᵍ Ιουδεα U+05D0* | U+05D0AQ αιχμαλωσιαν] αποικιαν Q 24 ενοικουντες] pr οι U+05D0c.a AQ ταις πολεσιν Ιουδα] πολ. Ιουδα A τη Ιουδαια U+05D0Q παση τη γη] παση πολει U+05D0 (-λι) Q πασαις ταις πολεσιν A ποιμνιω] incep ποιμνια U+05D0* 26 ιδον] ειδον U+05D0Q μου] μοι B εγενηθη] εγενετο A 27 om δια τουτο U+05D0c.a Q| φησιν] λεγει Q* (φ.Qmᵍ) σπερω] σπιρω U+05D0 | Ισραηλ] pr α΄σ΄ ?? οικον Qmg Ιουδαν] BᵃᵇAQ pr οικον Qᵐᵍ 28 επ] inccp α U+05D0* καθαιρειν] pr ?? εκτειλλειν κ κατασπαν κ Qmg ?? κ απολλυει] Qmg γρηγορησω] εγρηγορησω (improb ε U+05D0?) 29 ομφα- κακα U+05D0* ημωδιασαν] εμμωνδιασαν U+05D0* (ωμωδ. U+05D0c.a) εμωδιασαν ἐλ αιμωδ. Q 30 om εν Q εαυτου αμαρτια] αμ. αυτου A αποθανειται] + α΄θ΄ ?? πας ο ανος Qmg εμωδιασουσιν U+05D0* ωμωδ. U+05D0c.a αιμδ. Q* (superscr ω Qᵃ) 31 φησιν] λεγει U+05D0 (-γι U+05D0*) AQ 32 διαθην U+05D0* (-θηκην U+05D0c.a(?)) διεθεμην] εποιησα Q* (διεθ. Qmg) ουτων 1⁰] υμων U+05D0 | και εγω] καγω A 33 om μου 1⁰ U+05D0AQ | om δωσω AQ νομον U+05D0* (νομους U+05D0c.a?) διανοιαν] καρδιαν U+05D0* (διανοιαν U+05D0c.a(?)) επι καρδιας (-αν U+05D0) ουτων γραψ ω αυτους] επιγραψω αυτους επι τας καρδιας ουτων A επι καρδιας (θ΄ ?? του στηθους Qmg) ουτων επιγραψ ω αυτους Q | και 2⁰] pr και οψομαι (-με U+05D0*) αυτους U+05D0*A μοι] μου U+05D0* 34 ου διδαξουσιν] ου μη διδαξωσιν U+05D0AQ πολιτην] αδελφον A πλησιον Q αδελφον] πλησιον A)

314
[*](B) αὐτοῦ λέγων Γνῶθι τὸν κύριον· ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.

ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, φησὶν Κύριος, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ἰσραήλ, φησὶν Κύριος, περὶ πάντων ὧν ἐποίησαν.

οὕτως εἶπεν Κύριος, ὁ δοὺς τὸν ἥλιον εἰς φῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς φῶς τῆς νυκτός, καὶ κραυγὴν ἐν θαλάσσῃ, καὶ ἐβόμβησεν τὰ κύματα αὐτῆς, Κύριος Παντοκράτωρ ὄνομα αὐτῷ

Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, φησὶν Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσαωπόν μου πάσας τὰς ἡμέρας.

ἰβοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος. καὶ οἰκοδομηθήσεται πόλις τῷ κυρίῳ ἀπὸ πύργου Ἁναμεὴλ ἕως πύλης τῆς γωνίας,

καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρήβ, καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων,

καὶ πάντες ἁσαρημὼθ ἕως νάχαλ Κεδρών, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς, ἁγίασμα τῷ κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.

Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ βασιλεῖ Σεδεκίᾳ, οὕτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος.

Καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ἰερουσαλήμ, καὶ Ιερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς ἥ ἐστιν ἐν οἴκῳ βασιλέως,

[*](U+05D0AQ)[*](34 ειδησουσιν] οιδησουσιν B ιδ. A om ουτων 1⁰ A εως] pr και U+05D0 | ουτων 2⁰] + γ΄ ?? φησι κς Qᵐᵍ εσονται Q* ᵛⁱᵈ (εσομαι Qᵃ) 35 το μετεωρον (το μετερον A)] om το Q και εγω] καγω U+05D0 | om φησιν Κυριος (2⁰) Q ων] των Q* εποιησαν (ε sup ras B?)] + μοι A 36 om της ημερας...εις φως U+05D0* (hab U+05D0c.a (?)mg sup) αστερας] τα αστρα A αστρα Q κραυην U+05D0* εν sup ras B? θαλασση] pr τη A εβοββησεν U+05D0 | Κυριος 2⁰] κν U+05D0* 37 φησιν] λεγει Q παυσηται A γενεσθαι] pr του U+05D0c.a ημερας] + φησιν κς A 38 οι- κοδομηθησεται BU+05D0c.a (?)Q] οικοδομησεται U+05D0* (-τε) A κυριω] incep λαω U+05D0* (κω U+05D0c.a(?)) πυλης] pr της A γνιας A* (γων. A¹) 39 εξελευσεται] + ?? ετι ελπις Qmg περικυκλωσεται U+05D0* (-κλωθησεται U+05D0c,a(?)) λιθων] κυκλω A + θ΄ ?? την κοιλαδα τω φαγαλσειμ κ την σποδειαν Qᵐᵍ 40 παντες] πασον Q ασαρημωθ] σαρημωθ U+05D0* ασσαρημωθ U+05D0c.aQ ναχαλ] pr χειμαρρου AQ om πυλης Q* (hab Qmg) τω κυριω] om τω U+05D0 | om ου 1⁰ Q | εκλειπη U+05D0c.aA εκτιλη Q XXXIX 1 γεναμενος A* (α postea improb) | om παρα Κυριου Q* (hab Qmg) ενιαυτω sup ras Bᵃᵇ | τω δεκατω] om τω U+05D0* τω δωδεκατω Bᵃᵇ | βασιλει 1⁰] pr τω U+05D0A om βασιλει Q | Σεδεκια] + βασι- λει Ιουδα AQ ενιαυτος] pr ο A om τω βασιλει Q om βασιλει 3⁰ A 2—4 om και δυαμις...εις χειρας βασιλεως Βαβυλωνος U+05D0* (hab U+05D0c.a ᵐᵍ inf) 2 και 1⁰] ?? τοτε Qmg επι] εν A Ιερεμιας (Ιηρ. U+05D0c.a)] + παντες ?? ο προφη- της Qᵐᵍ αυλη] pr τη U+05D0c.aAQ βασιλεως 2°] pr του U+05D0c.a AQ | ?? Ιουδα Qᵐᵍ )
315

ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκίας λέγων Διὰ τί [*](B) σὺ προφητεύεις λέγων Οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶυ βασιλέως Βαβυλῶνος καὶ λήμψεται αὐτήν,

καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται,

καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται.

Καὶ λόγος Κυρίου ἐγενήθη πρὸς Ἰερεμίαν λέγων

Ἰδοὺ Ἁναμεὴλ υἱὸς Σαλὼμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σέ λέγων Κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίσις παραλαβεῖν εἰς κτῆσιν.

καὶ ἦλθεν πρὸς μέ Ἁναμεὴλ υἱὸς Σαμὼλ ἀδελφοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπε Κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμεὶν τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίμα κτήσασθαι αὐτὸν καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος Κυρίου ἐστίν,

καὶ ἐκτησάμην τὸν ἀγρὸν Ἁναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου, καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου,

καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην, καὶ διεμαρτυράμην μάρτυρας, καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ.