Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον

καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου [*](3 Σεδεκιας] + ?? Ιουδα Qᵐᵍ προφητευει B*Q om εγω A χερσιν] U+05D0AQ ειρι Q 4 Σεδεκιας] + ?? βασιλευς Ιουδα Qᵐᵍ των Χαλδαιων] βασιλεως Χαλδ. A παραδοθησονται A τους οφθαλμους] προς οφθ. U+05D0 5 εισελευσεται Σ. εις Βαβυλωνα] εισει. εις Βαβ. Σ. A εις Βαβ. εισελ. Σ. καθιειται (-θιεται B)] αποθανειται A θ΄ ?? εως ου επισκεψομαι αυτον φησι κς οτι πολεμει τους Χαλδαιους οις ου μη κατευθυνητε Qᵐᵍ 6 και... Ιερεμιαν] παντες ειπεν Ιερεμιας Qmᵍ λογος Κυριου εγενηθη] εγενετο λογος κυ AQ προς] + με Qᵐᵍ 7 Αναμεηλ] adnot χαρις θυ Qmg | Σαλωμ] Σαλμων * adnot ειρηνη Qᵐᵍ λεγων] + σοι A κτησαι] κτησον Bᵃ ᵛⁱd Ανα| ναθωθ A* σοι] συ Q* (σοι Qᵃ) κρισις] κριμα U+05D0AQ + παντες ?? της αγχιστειας Qmᵍ 8 προς] incep θ U+05D0* Σαμωλ] Σαλωμ BᵇU+05D0c.a⁽?⁾AQ Σαλμων U+05D0* πατρος μου] + ?? κατα τον λογον κυ Qmg φυλα| λακης Q | ειπε (-πεν U+05D0AQ)] + μοι U+05D0AQ κτησαι] + σεαυτω U+05D0AQ + α΄ ?? δη Qᵐᵍ τον εν γη ...Αναθωθ] τον εν Αναθωθ εν γη Βενιαμειν Q Βενιαμιν U+05D0Qᵃ σοι κριμα] συγκρισις Q*ᵛⁱᵈ σοι κρισις Qᵃ κτησασθαι αυτον] om αυτον U+05D0Q παραλαβειν εις κτησιν A [κτ.] ?? την κληρονομιαν Qᵐᵍ 9 Αναμεηλ] pr παντες ?? παρα Qmg μου] + παντες ?? τον εν Αναθωθ Qmg αυτω] + ?? το αργυριο| Qᵐᵍ επτα και δεκα σικλους ?? 10 εσφραγισαμην] διεσφραγ. ??A 11 εσφραγισμενον] + και το ανεγνωσμενον U+05D0Α pr ανεγνωσμενον και Q + παντες ?? την εντολη| και τα δικαιωματα κ το αποκεκαλυμμενον Qᵐᵍ 12 υιω 2⁰] υιου AQ Μαασαιου] Μνασαιου Bᵇ Μασεου U+05D0 Μασσαιου A)

316
[*](B) κατʼ ὀφθαλμοὺς Ἁναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατʼ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν παρεστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατʼ ὀφθαλμοὺς τῶν Ἰουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς.

καὶ συνέταξα τῷ Βαροὺχ κατʼ ὀφθαλμοὺς αὐτῶν λέγων

Οὕτως εἶπεν Κύριος Παντοκράτωρ Λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμένῃ ἡμέρας πλείους.

ὅτι οὕτως εἶπεν Κύριος Ἔτι κτισθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῆ ταύτῃ.

καὶ προσευξάμην πρὸς Κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαροὺχ υἱὸν Νηρίου λέγων

Ὁ ὢν Κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῆ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν,

πσιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετʼ αὐτούς, ὁ θεὸς ὁ μέγας ὁ ἰσχυρός,

Κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ θεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος Κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ·

ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐν Ἰσραὴλ καὶ ἐν τοῖς γηγενέσιν, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη,

καὶ ἐξήγαγες τὸν λαόν σου Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν, ἐν χειρὶ κραταιῷ καὶ ἐν βραχίονι ὑψηλῷ

καὶ ἐν ὁράμασιν μεγάλοις, καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι.

καὶ εἰσήλθοσαν καὶ ἔλαβον αὐτήν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου, καὶ ἐν [*](U+05D0AQ)[*](12 om και 2° U+05D0* (hab U+05D0c.a(?)) ανδρων των παρεστηκοτων] ανδρ. των εστη- κοτων U+05D0 των εστ. A εστ. μαρτυρων Q γραφοντων] γραψ αντων Q των Ιουδαιων] + παντων A pr παντων Q | εν] pr καθημενων AQ 14 Παντοκρατωρ] + παντες ?? ο θς σαβαωθ Qsuperscr το βιβλιον] pr θ΄ συν Qmg | ανεγνω- σμενον] + παντες ?? τουτο Qᵐᵍ θησεις] καθησεις U+05D0* καταθησεις U+05D0c.a(?)) | om αυτο U+05D0AQ αγγιον AQ* (αγγειον Qᵃ) διαμεινη (-μιν. U+05D0*) AQ 15 Κυ- ριος] θ΄ ?? παντοκρατωρ θς Ιηλ | κτισθήσονται] κτηθησονται BᵃU+05D0c.a AQ κτη- σο|| τε U+05D0* οικιαι και αγροι Q 16 προσηυξαμην AQ om με προς Βαρουχ υιον] Βαρ.υιω Q 17 Κυριε] + κε AQ συ] pr ?? ιδου Qmg τη ισχυι] pr εν A om και τω μετεωρω U+05D0 om τω Q συθεν] ουδε| Q 18 κολπου U+05D0 ο ισχυρος] και ισχ. U+05D0Α και ο ισχ. Q 19 Κυριος 1⁰] + θ΄ ?? των δυναμεων ονομα αυτω Qᵐᵍ δυνατος] pr ο A ο θεος ο μεγας] κς U+05D0 | ο παντοκρατωρ] om ο ?? | και μεγαλωνυμος] ο μεγ. U+05D0Q | Κυριος 2⁰] om U+05D0* κε U+05D0c.a (mg) σου] + α΄θ΄ ?? ανεωγμενους Qᵐᵍ τας οδους] om τας Q om των υιων U+05D0A δουναι] απο- δουναι A την οδον] τας οδους U+05D0 | αυτου] ουτων U+05D0 + θ΄ ?? κ κατα τους καρπους τω| επιτηδευματων αυτου Qᵐᵍ 20 ος] οσα A Αιγυπτου U+05D0 (Εγ. U+05D0*) γηγενεσιν (-σι Qᵃ)] οι λοιποι ανοις Qᵐᵍ 21 εν τερασιν (-σι Qᵃ)] om εν A εν 3⁰] pr και AQ 22 οραμασιν (-σι Qa)] ορασιν U+05D0* (-μασιν U+05D0c.a (?)) 23 εισηλθον Q ελαβοσαν U+05D0A)

317
τοῖς προστάγμασίν σου οὐκ ἐπορεύθησαν· ἅπαντα ἃ ἐνετείλω οὐτοῖς [*](B) οὐκ ἐποίησαν, συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα.

ἰδοὺ ὄχλος ἤκει εἰς τὴν πόλιν συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο.

καὶ σὺ λέγεις πρὸς μέ Κτῆσαι σεαυτῷ τὸν ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην, καὶ ἐπεμαρτυράμην μάρτυρας, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Ἐγὼ Κύριος ὁ θεὸς πάσης σαρκός, μὴ ἀπʼ ἐμοῦ κρυβήσεταί τι;

διὰ τοῦτο οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν,

καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην, καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί, καὶ κατακαύσουσιν τὰς οἰκίας ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βάαλ, καὶ ἔσπενδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικρᾶναί με.

ὅτι ἦσαν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατʼ ὀφθαλμούς μου ἐκ νεοτητος αὐτῶν·