Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὅτι ἐλυτρώσατο Κύριος τὸν Ἰακώβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ.

καὶ ἥξουσιν καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σειών, καὶ ἥξουσιν ἐπʼ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν καὶ προβάτων· καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔνκαρπον, [*](1 om αυτοι A 2 μαχαιρη A 3 πορωθεν U+05D0* (πορρ. U+05D0?) | ωφθη] U+05D0AQ οφθησεται U+05D0AQ | αγαπησιν] αγαπην Q | αιωνιαν A οικτειρμα U+05D0* (-ρημα U+05D0?) 4 οτι] ετι U+05D0AQ | Ισραηλ] Ιλημ Qᵐᵍ | επιλημψει (-ψη U+05D0)] ετι λημψη AQ | εξελευση] incep εξο U+05D0* 5 οτι] οτι ετι U+05D0* (improb οτι U+05D0?) ετι AQ | εφυ- τευσατε] φυτευσατε U+05D0?A φυτευσετε Q | ορεσι BᵇU+05D0 | φυτευσατε] pr φυτευ- σαντες U+05D0c.a Qa pr φυσαντες AQ* 6 απολογουμενου U+05D0 | Εφρεμ U+05D0 | Σιων BᵇU+05D0AQ | προς Κυριον τον θεον] προς κν θν U+05D0Q εν ορεσι| κυ θῦ A 7 χρεμετισατε] χρηματισατε Q | κεφαλης A | ακουστα] ακουσατε και U+05D0 | αυτου το] τουτον U+05D0* (αυτου το U+05D0c.a vel antea) | το καταλοιπον] τον καταλ. U+05D0* | του Ισραηλ] om του Q 8 απ] επ A | τεκνοποιησι U+05D0* (-σει U+05D0?) | πολυν] + ?? εν αυτοις τυφλος κ χωλος εγκυος κ τικτουσα ομοθυμαδον εκκλησια μεγαλη Qᵐᵍ | αποστρεψωσιν U+05D0 9 κλαυθμων U+05D0* | παρακληση U+05D0*ᵛiᵈ | αναξω] αξω Q | διορυ- γας AQ (διωρ. Qa) | υδατων] ν sup ras Bᵃ? | ορθη] η sup ras Aa (ορθω A*ᵛⁱᵈ) | εστιν] εγενηθη U+05D0 10 λογον U+05D0Q | om και 1⁰ U+05D0* (superscr U+05D0c.a(?)) | μακροτερον] μακραν AQ | om και φυλαξει αυτον ως U+05D0* (hab κ. φυλαξι αυτ. ως U+05D0c.a(?) ᵐᵍ inf) ποιμνιον] pr το U+05D0AQ 11 εξειλατο (-λετο Qa)] pr και Q στερωτερον U+05D0* (στερεωτ. U+05D0?) 12 ευφρανθησονται] + παντες κ αγαλλιασο| ται Qmg | Σιων BbU+05D0AQ η ψυχη ουτων] τη ψυχη αυτου U+05D0 | εγκαρπον Q)

312
[*](B) καὶ οὐ πεινάσουσιν ἔτι.

τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβῦται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονήν, καὶ ποιήσω αὐτοὺς εὐφραινομένους.

μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευεί, καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται.

Οὕτως εἶπεν Κύριος Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ· Ῥαχὴλ ἀποκλαιομένη οὐκ ἤθελεν παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν.

οὕτως εἶπεν Κύριος Διαλιπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστιν μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν,

μόνιμον τοῖς σοῖς τέκνοις.

ἀκοὴν ἤκουσα Ἐφράιμ ὀδυρομένου Ἐπαίδευσάς με καὶ ἐπαιδεύθην· ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ θεός μου.

ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα, καὶ ὕστερον τοῦ γνῶναί με ἐστέναξα ἐφʼ ἡμέρας αἰσχύνης, καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου.

υἱὸς ἀγαπητὸς Ἐφράιμ ἐμοί, παιδίον ἐντρυφῶν, ὅτι ἀνθʼ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι αὐτοῦ· διὰ τοῦτο ἔσπευσα ἐπʼ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτόν, φησὶν Κύριος.

Στῆσον σεαυτήν, Σειών, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ἦ ἐπορεύθης ἀποστράφητι, παρθένος Ἰσραήλ, ἀποστράφητι εἰς τὰς πόλεις σου πενθοῦσα.

ἕως πότε ἀποστρέψεις, θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισεν Κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.

[*](U+05D0AQ)[*](13 στρεψω] επιστρεψω U+05D0* (imbrob επι U+05D0?) χαρμονην] ευφροσυνην A χαρμοσυνην Q ευφραινομενους] + α΄θ΄ ?? απο της λυπης ουτων Qmg 14 om ιερεων U+05D0 | Αευει (Λευι AQ)] + των ιερεω| U+05D0 | εμπλησθησονται U+05D0 15 Ραμα] τη υψηλη U+05D0* (Ραμα U+05D0c.a ᵐᵍ) A θρηνος και κλαυθμος και οδυρμος Q | απο- κλαιομενης U+05D0 (-κλεομ. U+05D0*) AQ + επι των υιων αυτης και AQ ουκ 1⁰] pr και U+05D0AQ ηθελεν] ηθ rescr A¹ | παυσασθαι] παρακληθηναι Bᵃᵇ ᵐᵍA om επι τοις υιοις αυτης AQ 16 διαλειπετω AQ η φωνη] incep ο U+05D0* om σου 3⁰ AQ εστιν U+05D0AQ εργοις] + παντες ?? φησι κς Qᵐᵍ om εχθρων Q* (hab sub Qmg) 17 μονιμον] pr παντες ?? κ εσται ελπις τη εσχατη σου φησι κς Qmg 18 ακοην] ακουων ) | Εφρεμ U+05D0 | επαιδευσας] + συ Q μοσχον incep U+05D0* (μο- σχος U+05D0?) συ] εγω U+05D0* (συ superscr U+05D0c.a (?)) μου] σου U+05D0¹ (μ superscr U+05D0c.a) 19 με εστεναξα] μετεστεναξα U+05D0* (improb τ U+05D0?) ημερας] ημερες U+05D0* -ραις U+05D0c.b(?) σοι] σε U+05D0c.a 20 αγαπητος] + εμοι Q | Εφρεμ U+05D0 | om εμοι Q παιδιον] pr ?? ει Qᵐᵍ εντρυφων] incep εντρυφη U+05D0* μνεια] μνιαν U+05D0* (μνια U+05D0c.a(?)) αυτου] + σ΄ ?? παλι| Qmg ελεων] ελεον U+05D0* 21 Σιων U+05D0AQ ποιησον] εμποιησον + α΄ ?? σεαυτη Qmg ωμους] + σου U+05D0c.a A et (sub U+05D0) Qᵐᵍ η] ην U+05D0AQ επορευθης] πεπορευσαι Q αποστραφηθι bis U+05D0aᵇ | αποστρα- φητι 1⁰] επιστραφηθι Q* om παρθενος Ισρ. αποστραφητι U+05D0* (hab U+05D0c.a ᵐᵍ) παρθενος] + θυγατηρ A Ισραηλ] Ιερουσαλημ A πολις U+05D0* (-λεις U+05D0c.b(?)) 22 αποστρφις U+05D0* (αποστρεψεις U+05D0?) εν] εις U+05D0 | σωτηρια] pr η AQ σωτηριαν U+05D0 )
313

ὅτι οὕτως εἶπεν Κύριος Ἔτι ἐροῦσιν τὸν λόγον τοῦτον [*](B) ἐν γῇ Ἰούδα καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ Εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ·

καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ ἄμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ.

ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα.

διὰ τοῦτο ἐξηγέρθην καὶ ἴδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη.

διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ σπερῶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰουδά, σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους.

καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπʼ αὐτοὺς καθαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπʼ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν, φησὶν Κύριος.

ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν Οἱ πατέοες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν·

ἀλλʼ ἡ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.