Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε ; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σέ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσίν σε καθὼς γυναῖκα τίκτουσαν;

καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου Διὰ τί ἀπήντησέν μοι ταῦτα; διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου, παραδειγματισθῆναι τὰς πτέρνας σου.

κἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς; καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά.

καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ἀπὸ ἀνέμου εἰς ἔρημον.

οὗτος ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί, λέγει Κύριος· ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν,

κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου

καὶ [*](U+05D0AQ)[*](14 εν τω αυτω] επι το αυτο Q | οικτειρησω] incep τ U+05D0* postea οικτιρησω | διαφθορας] διασπορας U+05D0* (διαφθ. U+05D0c.a (?)) 15 ακουσατε] ακουσασθε U+05D0* (-σαται U+05D0c.a (?)) 16 υμων 1°] ημων A | σκοτεινα BᵃᵇAQ 17 om δε U+05D0AQ | ακουσητε] + α΄θ΄ ?? αυτου Qmg | κεκρυσμενως U+05D0* υβρεως] +α΄θ΄ ?? ӄ δακρυουσα δακρυσει Qᵐᵍ 18 om και καθισατε A | κεφαλης] pr της AQ om υμων 2° A 19 πολις U+05D0* (-λεις U+05D0c.b (?)) | απωκεισθη A | συνετε- λεσεν U+05D0AQ 20 ανελαβε A* (αναλ. Aᵃ) | οφθαλμιυς] pr τους AQmᵍ | Ιερουσαλημ] Ιηι Aa | βορραν U+05D0* | εσ|τιν U+05D0* εσ|τιν U+05D0? 21 μαθηματα] μαθητας A | καθως] ουχ ως A 22 om δια 1° A | αδικιας] κακιας A | ανεκαλυφθη] pr και U+05D0 απεκαλυφθη Q 23 Εθιοφ U+05D0* (Αιθ. U+05D0c.b (?)) | om αυτου A | δυνησεσθε] δυνησεται A | εποιησε U+05D0* (ευ ποιησε U+05D0c.a (?)) -σαι U+05D0c.b (?)) 24 om και U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) | διεσπειρα] διεφθειρα A | απο] υπο U+05D0AQ | ερημον] + τοπον A 25 κληρος] κληρονομος U+05D0 | om και 1° U+05D0Q | απειθειν υμας] ιθειν υμας sup ras pl fort litt Aa μου (μοι U+05D0*)] | pr νομου A | και 2°] η A* (και Aᵃ) 26 οπισω] οπισθια A | επι] κατα A | το προσωπον] om το AQ 27 om και 1° Q)

253
ἡ μοιχεία σου καὶ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας [*](B) σου· ἐπὶ τῶν βουνῶν καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου. οὐαί σοι, Ἰερουσαλήμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου, ἕως τίνος ἔτι;

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν περὶ τῆς ἀβροχίας.

Ἐπένθησεν ἡ Ἰουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν, καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς Ἰερουσαλὴμ ἀνέβη,

καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφʼ ὕδωρ· ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὔροσαν ὕδωρ, καὶ ἀπέστρεψαν τὰ ἄγγια αὐτῶν κενά.

καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ἠσχύνθησαν οἱ γεωργοί, ἐπεκάλυψαν τὰς κεφαλὰς αὐτῶν.

καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐνκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη.

ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας· εἴλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος.

Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· Κύριε, ποίησον ἡμῖν ἕνεκεν σοῦ, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σοῦ, ὅτι σοὶ ἡμάρτομεν.

ὑπομονὴ Ἰσραήλ, Κύριε, καὶ σώζεις ἐν καιρῷ κακῶν· ἴνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα;

μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σώζειν; καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφʼ ἡμᾶς· μὴ ἐπιλάθῃ ἡμῶν.

Οὕτως λέγει Κύριος τῷ λαῷ τούτῳ Ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ θεὸς οὐκ εὐόδωσιν ἐν αὐτοῖς· νῦν μνησθήσεται τῆς ἀδικίας αὐτῶν.

καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ προσεύχου περὶ τοῦ [*](27 η μοιχεια (-χια U+05D0)] αι μοιχιαι A om η Q | χρεμετισμος] pr ο U+05D0AQ | U+05D0AQ πορνειας (-νιας A)] πονηριας U+05D0 | εκαθερισθης A XIV tit και εγενετο λογος Κυριου] ο λογος ο γεναμενος A | Ιερεμιαν] + παρα κῡ A | αβροχειας U+05D0* (- χιας Bᵇ) 2 Ιουδεα U+05D0 | κραυη U+05D0* (-γη U+05D0c.b (?)) 3 απεστειλαν] απεστησαν U+05D0* (απεστειλ. U+05D0c.a (?)) | ουτων 1°] αυτης A | ηλθοσαν] ηλθον Q | ευροσαν] ευρον A | om και 3° AQ | αγγεια BᵃᵇU+05D0Qa | κενα] θ΄ ?? ησχυνθησαν ӄ ενετραπησᾱ| και απεκαλυψαν τη| κεφαλη| ουτων Qᵐᵍ 4 εξελειπεν A | υετος] θ΄ ?? επι της γης Qᵐᵍ 4—5 ησχυνθησαν... βοτανη] adpinx θ΄ ?? Qᵐᵍ 4 οι γεωργοι] om οι AQ | επεκαλυφεν U+05D0* (-ψαν U+05D0c.a(?)) | τας κεφαλας] την κεφα- λην (καιφ. U+05D0*) U+05D0AQ 5 ετεκον] ετεκοσαν A | εγκατελιπον BᵇQ εγκατε- λειπον A 6 ονοι αγριοι] οναγροι U+05D0 | ναπας] ναπιναπας U+05D0* | ειλκυσαν] pr και A | ανεμον] + α΄θ΄ ?? ως δρακων Qmg | εξελειπον A | οφθαλμοι ουτων] οφθαλμοι μου των U+05D0* (οφθ. αυτ. U+05D01fort et postea) | χορτος] + απο λαου αδικιας AQ 7 αι αμαρτιαι] pr ει Q | σου 1°] br του ονοματος Q | om οτι 2⁰ Q 8 σωσεις εν] pr και Q | ως] ωσει U+05D0 | αυτοχων U+05D0* ( (-χθων U+05D0c.a (?)) 9 μη 1°] η U+05D0 | τονομα U+05D0 10 λεγει] ειπεν U+05D0 | ηγαπησαν] pr α΄σ΄ ?? ουτως Qmg ευοδωσεν (ευωδ. Bᵃᵇ)] ευδοκησεν U+05D0A (ηυδ.) Q της αδικιας] των αδικιων U+05D0AQ ουτων 2°] + α΄θ΄ ?? ӄ επισκεψεται αμαρτιας ουτων Qᵐᵍ 11 προσ- ευχου] ου sup ras Aa)

254
[*](B) λαοῦ τούτου εἰς ἀγαθά,

ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν, καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας, οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτοὺς.

καὶ εἶπα ὤν, Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσιν καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, οὐδὲ λιμὸς ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπω τούτῳ.