Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν Κύριος πρὸς μέ Ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμὶν,

διὰ τοῦτο τάδε λέγει Κύριος περὶ τῶν προφητῶν, τῶν προφητῶν τῶν προφητευόντων ἐπὶ τῷ ὀνόματί μου ψευδῆ, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς, οἳ λέγουσιν Μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τῆς γῆς ταύτης Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, καὶ ἐν λιμῷ συντελεσθήσονται οἱ προφῆται

καὶ ὁ λαὸς οἷς αὐτοὶ προφητεύουσιν αὐτοῖς, καὶ ἔσονται ἐριμμένοι ἐν ταῖς ὁδοῖς Ἰερουσαλὴμ ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ, καὶ οὐκ ἔσται ὁ θάπτων αὐτούς, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν, καὶ ἐκχεῶ ἐπʼ αὐτοὺς τὰ κακὰ αὐτῶν.

καὶ ἐρεῖς πρὸς αὐτοὺς τὸν λόγον τοῦτον Καταγάγετε ἐπʼ ὀφθαλμοὺς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτὸς καὶ μὴ διαλιπέτωσαν, ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαοῦ μου, καὶ πληγῇ ὀδυνηρᾷ σφόδρα.

ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι μαχαίρας, καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν, καὶ ἰδοὺ πόνος λιμοῦ, ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γῆν ἣν οὐκ ᾔδεισαν.

Μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ἰούδαν, καὶ ἀπὸ Σειὼν ἀπέστη ἡ ψυχή σου; ἵνα τί ἔπαισας ἡμᾶς καὶ [*](U+05D0AQ)[*](11 αγαθον Q 12 νηστευσουσιν A | ουκ εισ. U+05D0* ου|κ εισ. Bb | προσενεγκωσιν] προσενηγκωσιν U+05D0* προσ εν. B*Q* προ|σεν. Bb προσε|ν. Qᵃ | ευδοκησω] ευδοκω U+05D0Q | μαχαιρη A | συντελεσω] συντελω U+05D0 13 Κυριε] pr δεσποτα A | om ουτων Q | οψομεθα U+05D0* (οψεσθαι U+05D0c.a (?)) | ουδε] και Q εσται] pr ουκ U+05D0Q | υμιν] ημιν A | αληθιαν U+05D0 | om και 4° U+05D0* (superscr U+05D0c.a (?)) 14 προφητευσουσιν U+05D0* (-τευουσιν U+05D0c.a vid et antea) ορασις U+05D0* μαντιας U+05D0A | προερεσις U+05D0* (-αιρεσεις U+05D0?) 15 δια τουτο] δια του U+05D0* | om των προφητων 2° Bᵇ vidAQ | om επι 1° A | om ψευδη Q | και εγω] καγω U+05D0A | λεγουσιν] λεγοντες AQ | εν θανατω...συντελεσθησονται] α΄θ΄ εν ρομ- φαια ӄ λιμω τελευτησουσῑ] Qmᵍ | προφηται] + α΄σ΄θ΄ ?? εκεινοι Qmg 16 ερ- ριμμενοι BᵃᵇU+05D0A | οδοις] διοδοις AQ | μαχαιρας (-ρης A)] pr της Q | του λιμου] om του U+05D0 | εσται] αιτιν U+05D0* εστιν U+05D0? | om και αι θυγατερες ουτων U+05D0 17 επ] εφ U+05D0 εις Q | οφθαλμους] pr τους Q | διαλειπετωσαν AQ | συντριμ- ματι] + α΄σ΄ ?? μεγαλω Qmᵍ | συ|νετριβη U+05D0* συν ετρ. U+05D0? | θυγατηρ] pr η A pr α΄σ΄ ?? παρθενος Qᵐᵍ 18 μαχαιρας] ρομφαιας A | om εις 3° A | γην] οδον A 19 Σιων BᵇU+05D0AQ)

255
οὐκ ἔστιν ἡμίν ἴασις; ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά· [*](B) εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ ταραχή.

ἔγνωμεν, Κύριε, ἁματρήματα ἡμῶν, ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον συυ.

κόπασον διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς θρόνον δόξης σου· μνήσθητι, μὴ διασκεδάσῃς τὴν διαθήκην σου τὴν μεθʼ ἡμῶν·

μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ; οὐχὶ σὺ εἶ αὐτός; καὶ ὑπομενοῦμέν σε, Κύριε. ὅτι σὺ ἐποίησας πάντα ταῦτα.

Καὶ εἶπεν Κύριος πρὸς μέ Ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχὴ μου πρὸς σὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν.

καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Ποῦ ἐξελευσόμεθα; καὶ ἐρεῖς πρὸς αὐτοὺς Τάδε λέγει Κύριος Ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καὶ ὅσοι εἰς λιμόν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν.

καὶ ἐκδικήσω ἐπʼ αὐτοὺς τέσσαρα εἴδη, λέγει Κύριος· τὴν μάχαιραν εἰς σφαγήν, καὶ τοὺς κύνας εἰς διασπασμόν, καὶ τὰ θηρία τῆς γῆς καὶ τὰ πετεινά τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ διαφθοράν.

καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασσὴ υἱὸν Ἐζεκίου βασιλέα Ἰούδα, περὶ πάντων ὧν ἐποίησεν ἐν Ἰερουσαλήμ.

τίς φείσεται ἐπὶ σοί, Ἰερουσαλήμ ; καὶ τίς δειλιάσει ἐπὶ σοί ; ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι;

σὺ ἀπεστράφης με, λέγει Κύριος, ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς.

καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾶ· ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν,

ἐπληθύνθησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκους, ταλαιπωρίαν ἐν μεσημβρίᾳ, [*](20 αμαρτηματα] αμαρτιας Q | αδικειας U+05D0* (-κιας Bᵇ) | ενατιον U+05D0* (εναντ. U+05D0AQ U+05D0?) 21 κοπασον] + δη U+05D0 | om την 2° A 22 πλησ|μονην U+05D0* πλη|σμ. Bᵇ | αυτος] + α΄σ΄ ?? κε ο θς ημων Qmg | υπομενοιιμεν σε] μεν σε sup ras Aᵃ | om Κυριε U+05D0AQ | πανια ταυτα] ταυτα πανια U+05D0 pr α΄ ?? συν Qmᵍ XV 1 Μωυσης U+05D0Q | Σαμουηλ] Ααρων A | τουτον] + ?? απο προσωπου μου Q | εξελθατωσαν U+05D0AQ* 2 Κυριος] + ο θς A | μαχαιραν bis] χαραν 3 τεσ- σερα U+05D0AQ | διαφθοραν] pr εις U+05D0A 4 βασιλιαις U+05D0 | Μαννασση A | Εζεκια A | βασιλεως Q | ων] των Q* 4—6 εποιησεν|... απεστραφης in mg et sup ras A 5 και] η U+05D0 | ανακαμψει] + σ΄θ΄ ?? ερωτησαι Qmᵍ | εις] επ U+05D0 6 οπισω] + μου A | χειραν Q* | μου] + επι σε A 7 om και διασπερω αυτους U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) | διασπερω] διαφθερω A | om αυτους A | διασπορα] διαηφθορα A | om μου 1° U+05D0* (hab U+05D0?vid) | ητεκνωθην U+05D0* (-θησαν U+05D0c.a (?)) | om απωλεσαν τον λαον μου U+05D0 | ουτων] + σ΄ ?? ӄ ουκ απεστραφησαν Qmᵍ 8 επληθυνθησαν] + σ΄ ?? επ εμε Qmg | ουτων] αυτω η ??*vid | την αμμον] om την U+05D0 | θαλασσεης U+05D0 | επηγαγον] + α΄σ΄ ?? αυτοις Qmg | νεανισκους] νεα- νισκου U+05D0 (-νικου U+05D0*) Q)

256
[*](B) ἐπέριψαν ἐπʼ αὐτὴν ἐξέφνης τρομον καὶ σπουδήν.

ἐκενώθη ἡ τίκτουσα ἑπτά, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ῆλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνθη καὶ ὠνειδίσθη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν.

Οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες; ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῆ γῇ· οὔτε ὠφέλησα, οὔτε ὠφέλησέν με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.

γένοιτο, δέσποτα, κατευθυνόντων αὐτῶν· εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ θλίψεως αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν.