Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τάδε λέγει Κύριος Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται.

καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον Κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου.

καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μέ λέγων

Λάβε τὸ [*](U+05D0AQ)[*](9 ελθατωσαν U+05D0A | φαγειν] καταφαγειν A 10 om εμολυναν την με- ριδα μου U+05D0 | την μεριδα (-δαν U+05D0*) την επιθ.] μεριδα επιθ. U+05D0Q μεριδα μου επιθ. A | om μου 3° A | αβατον ερημον U+05D0 11 ετεθη] εγενηθη AQ | απω- λιας U+05D0 | ηφανισθη αφανισμω U+05D0 | ασα U+05D0* (πασα U+05D0?) | τιθενος U+05D0* (τιθεμ. U+05D0?) 12 ηλθον] ηλθοσαν A | οτι] incep εις U+05D0* | καταφαγεται] κατεφαγεν A | γης] pr γης ( + και A) εως ακρου της Bᵃᵇ ᵐᵍ U+05D0AQ) 13 εσπειρατε A | ακανθας U+05D0AQ | θεριζετε] θερισεται U+05D0 θερισατε AQ (Ωρ.: εν τισιν αντιγραφοις κειται εσπειρατε ӄ εθερισατε Qmg | εαυτους A | αισχυνθ.] + αισχυνην A | ονιδισμων U+05D0 | εναντιον Q 14 πονηρων] σκληρων A | εμερισα (ημ. A* εμ. A¹)] εμερικα U+05D0 | Ισραηλ] pr σ΄ ?? τω Qmg | αποσπω] ανασπω Q | Ιουδα U+05D0* (ν superscr) 15 om με A | κληρονομιαν] γην Q | om και εκαστον εις την γην αυτου U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) | γην] κληρονομιαν Q 16 μαθοντες] μανθανοντες A | μαθωσιν U+05D0AQ om του λαου (1°) A | του ομνυειν] τω ομν. U+05D0* | τω ονοματι] pr εν Q | τον bis scr U+05D0 | τη Βααλ] pr εν Q | οικοδομηθησεται] οικοδομηθησονται A (ωκοδ.) Q 17 επιστρεψωσιν] στρεψ sup ras Qa | om και 1° A | εξαρσει] εξαρξει A | απωλεια (-λια U+05D0)] + α΄σ΄θ΄ ?? φησῑ| κς Qmg XIII 1 Κυριος] + ?? προς με Qmg | διελεσεται B (ελε sup ras) 2 περιεθηκα bis scr Β* (non inst 2° Bᵇ: περιεθ. 2°, ras aliq in ε B? 3 εγενηθη] εγενετο A | με] + α΄σ θ΄ ?? δευτερον Qᵐᵍ)

251
περίζωμα τὸ περὶ τὴν ὀσφύν σου, καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν [*](B) Εὐφράτην, καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας.

καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτη, καθὼς ἐνετείλατό μοι Κύριος.

καὶ ἐγένετο μεθʼ ἡμέρας πολλὰς καὶ εἶπεν Κύριος πρὸς μέ Ἀνάστηθι βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ λάβε ἐκεῖθεν τὸ περίζωμα ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ.

καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα, καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν.

καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μέ λέγων Τάδε λέγει Κύριος

Οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα καὶ τὴν ὕβριν Ἰερουσαλήμ,

τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς· καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὁ οὐ χρησθήσεται εἰς οὐθέν.

ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ πᾶν οἶκον Ἰούδα, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν· καὶ οὐκ εἰσήκουσάν μου.

καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου· καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου;

καὶ ἐρεῖς πρὸς αὐτοὺς Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς τοῦ Δαυεὶδ ἐπὶ τοῦ θρόνου αὐτῶν καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ μεθύσματι,

καὶ διασκορπιῶ αὐτοὺς [*](4 περιζωμα] + α΄σ΄θ΄ ?? ο εκτησω Qmg | κατακυψον U+05D0* (κατακρ. U+05D0?) U+05D0AQ 5 om και επορευθην U+05D0* (hab U+05D0c.a (? ᵐᵍ) pr α΄θ΄ ?? Qmg | αυτο εν] αυτον Q* (αυτο εν Qa) 6 μεθ] μετα Q | βαδισον] pr και U+05D0A 7 om ποταμον Q | κατωρυξαν U+05D0* (-ξα U+05D0?) | om ιδου Q* (hab Qmg) | ην] + α΄σ΄θ΄ ?? το περιζωμα Qmg | συθεν] ουδεν Q 8 εγενηθη] εγενετο Q 9 ου- τως U+05D0AQ 10 υβριν] α΄σ΄θ΄ ?? τον λαον τουτον το| πονηρον Qmg | υπα- κουειν] υπακουσοι Q | μου] + ?? οι πορευοντ, εν σκολιοτητι καρδιας ουτων της πονηρας + α΄θ΄ ?? οι πορευομενοι εν τη ευθυτητι της καρδιας ουτων της πονηρας Qmg | πορευθεντας] πορευομενους Bᵃᵇ ᵐᵍ U+05D0* (πορευθ. U+05D0c.a (?)) πορευονται Qᵃ | ου] + μη U+05D0A χρησθησεται] χρησθη U+05D0 + ετι Q | συθεν] ουδεν Q 11 οτι καθαπερ] καθαπερ γαρ Q | κολλαται το] αι το rescr Qa | τον οικον] pr α΄σ΄ ?? παντα Qᵐᵍ | παν] παντα U+05D0?ᵐᵍ παντα τον AQ | Ιουδα] pr του U+05D0 + α΄σ΄θ΄ φησιν κς Qmg | εισηκουσαν] ηκουσαν U+05D0* (εισηκ. U+05D0c.a (?)) A 12 ερεις] incep επ U+05D0* vid | τουτον] pr τον λογον Q α΄σ΄θ΄ ?? ταδε λεγει κς θς Ιηλ Qᵐᵍ | 1° πα| ς ??* πας| U+05D0c.b(?) 13 τους κατοικ. (1°)] pr παντας Q | υιου U+05D0* του Δαυειδ] om του U+05D0AQ | του θρονου] om του U+05D0 θρονους AQ | ουτων 2°] αυτου U+05D0* | Ιουδα U+05D0* | κατοικουντας 2° καθημενους A | om εν U+05D0Q | μεθυσματι] μεθ υμας τι BU+05D0)

252
[*](B) ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ· οὐκ ἐπιποθήσω, λέγει Κύριος, καὶ οὐ φείσομαι καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν.

Ἀκούσατε καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθε, ὅτι Κύριος ἐλάλησεν·

δότε τῷ κυρίῳ θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπʼ ὄρη σκοτινά· καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος.

ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμέναως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου.

κἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσιν Ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν.

πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν, καὶ οὐκ ἧν ὁ ἀνοίγων· ἀποικίσθη Ἰούδας, συνετέλεσαν ἀποικίαν τελείαν.

Ἀνάλαβε ὀφθαλμούς σου, Ἰερουσαλήμ, καὶ ἴδὲ τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστιν τὸ ποίμνιον ὃ ἐδόθη σοι, πρόβατα δόξης σου;