Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις.

πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἢ ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγεν καὶ ἔτεκεν ἄρσεν.

τίς ἤκουσεν τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως εἰ ὤδινεν γῆ ἐν ἡμέρᾳ μιᾷ, εἰ ἐτέχθη ἔθνος εἷς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιὼν τὰ παιδία αὐτῆς.

ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπεν Κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα; εἶπεν ὃ θεός.

Εὐφράνθητι, Ἰερουσλήμ, καὶ πανηγυρίσατε πάντες οἱ ἐνοικοῦντες ἐν αὐτῇ, χάρητε χαρὰν πάντες ὅσοι πενθεῖτε ἐπ’ αὐτῆς,