Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Οὕτως λέγει Κύριος Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου;

πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καί ἐστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου;

ὁ δὲ ἄνομος ὃ θύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα, ὃ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἷμα ὕιον, ὃ διδοὺς λίβανον εἷς μνημόσυνον ὡς βλάσφημος. καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἅ ἡ ψυχὴ αὐτῶν ἠθέλησεν,

κἀγὼ ἐκλέξομαι τὰ ἐνπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταπο. δώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου, ἐλάλησα καὶ οὐκ ἥκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἅ οὐκ ἐβουλόμην ἐξελέξαντο.

Ἀκούσατε τὸ ῥῆμα Κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται.