Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλά. σαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς.

ὅτι τάδε λέγει [*](LXVI 1 μοι 1°] μου BQ al mihi Cyp (Test ii 4). η δε γη] και η γη al. om οικον Α*. η 2°] και BQ al and Cyp. 3 om ο 3 ουτοι] αυτοι Β al. om a B al. 4 εκλεξομαι] εκλεξωμαι ℵ εκδεξομαι Β 109. om αυτων 2° ℵBQ αἱ. 5 το ρημα] ρηματα Β. ημας] MSS exc RAQ. 6 κραυγη A*. 7 om η 1° BQ al, 2 8 ει 2°] η Β al. και ετεχθη ℵBQ al. 9 θεος]+σου B al. 10 Α. παντες 1°] pr εν αυτη ℵBQ al. οι ενοικ. εν αυτη] οι αυτην BQ pl οι αγαπ. εν αυτην ℵ*. χαρητε]+αμα αυτη Β 22 al. χαραν· χαρα MSS exc Α 239 305 306. αυτης] αυτη Β a] αυτην ℵQ a al.)

103
Κύριος Ἰδοὺ ἐγὼ ἐκκλίνω εἷς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπ’ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται.

ὡς εἶ τινα μήτηρ παρακαλέσει, ὅτι οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἰερουσαλὴμ παρακληθήσεσθε.

καὶ ὄψεται καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς σεβομένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν.

ἰδοὺ ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὸ. ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός.