Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτῶν·

καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν, καὶ οὗ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται. κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν.

οἱ δὲ ἐκλεκτοί μου οὗ κοπιάσουσιν εἷς κενόν, οὐδὲ τέκνα ποιήσουσιν εἷς κατάραν, ὅτι σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ ἐστιν, καὶ τὰ ἔκγονα αὐτῶν μετ’ αὐτῶν ἔσονται.

καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ Τί ἐστιν ;

λύκοι λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος.

[*](14 πνευματος+ υμων Β al. 15 αυτω] μοι ℵBQ 1 vid pl mihi Cyp (Test i 22). 16 0111 αυτων 1° Β. 18 εν αυτη] + οσα εγω κτιζω V 22 ιδου] pr οτι MSS exc ℵA. 19 ουδε] και ℵ*B 22 al. 20 και 1 ουδ Β al. γενηται]+ετι B pl. εστιν 2°] εσται MSS exc Α. 21 γενηματα] τον καρπον B*fortQ* (41). 22 om και 1° ℵB pl. BV 109 306. τα γαρ εργα Β. 23 om δε B al. τεκνοποιησ. MSS exc A 106. υπο θεον ℵBQ al. 24 om η ℵBQ al. επακουσομαι· υπακουσομαι Β al.)
102