Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὅ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινόν, καὶ οἶ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν. ἐπιλήσονται γὰρ τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.

Ἔσται γὰρ ὃ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὗ μὴ μνησθῶσιν τῶν προτέρων, οὐδ’ οὗ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν,

ἀλλὰ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ἰδοὺ ἐγὼ ποιῶ Ἰερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην.

καὶ ἀγαλλιάσομαι ἐπὶ Ἰερουσαλήμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς,

καὶ οὗ μὴ γένηται ἐκεῖ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐνπλήσει τὸν χρόνον αὑτοῦ· ἔσται γὰρ ὃ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατός ἐστιν.