Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὑμεῖς δὲ οἱ ἐγκαταλείποντές με καὶ ἐπιλανθανόμενοι τὸ ὅρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα,

ἐγὼ παραδώσω ὑμᾶς εἷς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὑκ ἐβουλόμην ἐξελέξασθε.

Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἶ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσεσθε· ἰδοὺ οἳ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε·

ἰδοὺ οἷ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὸ. τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ [*](3 θυσιαζουσιν] θυμιαζουσιν Α 106 309. εσται] εστιν MSS exc A. 4 om και 1° B pl. κρεας υειον Β al. 5 μου 1°] μοι MSS exc 305. 6 σιωπησω ℵBQ pl. αποδω] απιδωσω Β αποδω και ανταποδωσω ℵQ al. 7 αποδωσω] αποδω B*. 8 om Κυριου ℵ*BQ al (txt ℵ c.a vid A 22 106 9.1). 9 om το 2° B al. κατοικησουσιν] pr ℵBQ pl. 11 εγκαταλιπ. ℵB pl. δαιμονιω] δαιμονι ℵQ 41 198 al (τυχη...δαιμ. 22 al). 13 διψησετε MSS exc ℵA. 14 om υμων 109 305.)

101
ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε.

καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἷς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος. τοῖς δὲ δουλεύουσιν αὐτῷ κληθήσεται ὄνομα καινόν,