Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα Ἰδού εἶμι, τῷ ἔθνει οἵτινες οὐκ ἐκάλεσαν τὸ ὄνομά μου.

ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.

ὁ λαὸς οὗτος ὃ παροξύνων με [*](LXIV 2 απο] υπο ℵ*. om προσωπου ℵBQ pl (τηκεται υπο πυρος 22 Κυριου] σου Β pl. υπεναντιοις] + σου Grabe. 4 om θεον πλην σου Α* τα εργα σου]+αληθινα 22 [05 al. 5 γαρ]+ελεος 22 al om B. ποιουσιν· υπομενουσιν ℵ 87 αἱ. 8 εργον] εργα ℵB pl. παντες]+ημεις BV 22 al. 11 om τα Β. ενδοξα]+ημων Β 26 36 al. LXV 1 εγενηθην BQ. μη επερωτωσιν...μη ζητουσιν Β al. οιτινες] ο(??) ℵBQ pl. μου το ονομα ℵB al. 2 οι ουκ επορευθησαν] τοις πορευομενοις ℵ*BQ mg al. οδω αληθινη] οδω ου καλη Β (109) οδ. ουκ αλλη 306 οδ. ουκ αληθη ℵ* txt AQ* (26) 41 106 al.)

100
ἐναντίον ἐμοῦ διὰ παντός· αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις ἅ οὐκ ἔσται,

καὶ ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι’ ἐνύπνια, οἱ ἔσθοντες κρέα ὕια καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὸ. σκεύη αὐτῶν,

οἱ λέγοντες Πόρρω ἀπ’ ἐμοῦ, μὴ ἐγγίσῃς μου, ὅτι καθαρός εἶμι· οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.

ἰδοὺ γέγραπται ἐνώπιόν μου Οὐ σιωπήσομαι ἕως ἂν ἀποδῶ εἷς τὸν κόλπον αὐτῶν

τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος· οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὸ. ἔργα αὐτῶν εἷς τὸν κόλπον αὐτῶν.

Οὕτως λέγει Κύριος Ὅν τρόπον εὑρεθήσεται ὃ ῥὼξ ἐν τῷ βότρυι, καὶ ἐροῦσιν Μὴ λυμήνῃ αὑτόν, ὅτι εὐλογία Κυρίου ἐστὶν ἐν αὐτῷ· οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντάς μοι, τούτου ἕνεκεν οὗ μὴ ἀπολέσω πάντας.

καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὅρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἶ ἐκλεκτοί μου, καὶ οἶ δοῦλοί μου κατοικήσουσιν ἐκεῖ.

καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἷς ἀνάπαυσιν Βουκολίων τῷ λαῷ μου οἱ ἐζήτησάν με.

ὑμεῖς δὲ οἱ ἐγκαταλείποντές με καὶ ἐπιλανθανόμενοι τὸ ὅρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα,

ἐγὼ παραδώσω ὑμᾶς εἷς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὑκ ἐβουλόμην ἐξελέξασθε.