Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήμψεται ἀπὸ σοῦ ὅρη, καὶ τακήσονται

ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται,

ὅταν ποιῇς τὸ, ἔνδοξα· τρόμος λήμψεται ἀπὸ σοῦ ὅρη.

ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ σοῦ>, καὶ τὰ ἔργα σου ἀ ποιήσεις τοῖς ὑπομένουσιν

συναντήσεται γὰρ τοῖς ποιοῦσιν τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· διὸ, τοῦτο ἐπλανήθημεν,

καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη καὶ ἐξερύημεν ὥς φύλλα διὰ τὰς ἀνομίας οὕτως ἄνεμος οἴσει

καὶ οὐκ ἔστιν ὅ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὃ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ’ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας

Καὶ νῦν, Κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλός, ἔργον τῶν χειρῶν σου πάντες.

μὴ ὀργίζου ἡμῖν σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς.

πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος Σιών ὡς ἔρημος ἐγενήθη Ἰερουσαλήμ· εἷς κατάραν

ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα ἦν ηὐλόγησαν οἱ πατέρες ἡμῶν ἐγενήθη πυρί· καυστος. καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν.

καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχον, Κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα.