Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ εἶπεν Οὐχ ὃ λαός μου; τέκνα, καὶ οὗ μὴ ἀθετήσωσιν· καὶ ἐγένετο αὐτοῖς εἷς σωτηρίαν

ἐκ πάσης θλίψεως. οὗ πρέσβεις οὐδὲ ἅγγελος, ἀλλ’ αὐτὸς Κύριος ἔσωσεν αὐτούς, διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν· αὑτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτούς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος.

αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον· καὶ ἐστράφη αὐτοῖς εἷς ἔχθραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς.

καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων ὅ ἀναβιβάσας ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ ἐστιν ὅ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον;

ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωσῆ, ὅ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι αὐτῷ ὄνομα αἰώνιον.

καὶ ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου, ὡς ἵππον δι’ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν,

καὶ ὡς κτήνη διὰ πεδίου· καὶ κατέβη πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου, ποιῆσαι σεαυτῷ ὄνομα δόξης.

Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτειρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;

σὺ ἡμῶν εἶ πατήρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὔκ ἐπέγνω σύ, Κύριε, πατὴρ ῥῦσαι ἡμᾶς, ἀπ’ ἀπ᾿ τὸ ὄνομά σού ἐστιν ἐν ἡμῖν.

τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὸ. τοὺς δούλους σου, διὰ τὰς φυλὰς Τῆς κληρονομίας σου,

ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὅρους τοῦ ἁγίου σου· οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου.

ἐγενόμεθα ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐνεκλήθη τὸ ὄνομά σου ἐφ’ ἡμᾶς.

[*](8 τεκνα]+μου ℵ al. om και 2° ℵBQ al. 9 θλιψεως]+αυτων πρεσβεις] πρεσβυς MSS exc A. 0111 Κυριος ℵ?ΒQ. αυτος 2°] pr και 10 αγιον]+αυτου ℵΒQ pl. om και 3° MSS exc ℵ*A*vid. 11 o pr που Β 3.1 (o αναγαγων 36 al). γης] της γης Βab mgQ 26 41 al της θαλασσης B*. 12 Μωση] Μωσην vel Μωυσην Mss exc A. αυτω] εαυτω Β. 13 om και 1° ℵBQ pl. om της Β 22 al. 14 0111 2° ℵBQ pl. 15 δοξης]+σου B. om των B. 16 συ ℵΒ pl. εστιν εν ημιν] εφ ημας εστιν ℵΒQ pl. 17 om απο ℵ*Q 109. τας καρδιας ημων ℵ*B pl. 18 0111 οι υπεναντιοι. . .σου ℵΒ 19 ενεκληθη] επεκληθη Q pl εκληθη ℵΒ.)
99