Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ῥηξάτω εὐφροσύνην ἅμα τὸ. ἔρημα Ἰερουσαλήμ, ὅτι ἠλέησεν· Κύριος αὐτὴν καὶ ἐρρύσατο Ἰερουσαλήμ.

καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ.

Ἀπόστητε ἀπόστητε, ἐξέλθατε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, ἐξέλ- θατε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε, οἱ φέροντες τὸ. σκεύη Κυρίου·

ὅτι οὗ μετὰ. ταραχῆς ἐξελεύσεσθε οὐδὲ πορεύσεσθε, πορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς Κύριος ὅ θεὸς Ἰσραήλ.

Ἰδοὺ συνήσει ὃ παῖς μου, καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα.

ὅν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων.