Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ’ αὐτῷ, καὶ συνάξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ. οὐκ ἀκηκόασιν συνήσουσιν.

Kύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὃ Κυρίου τίνι ἀπεκαλύφθη;

ἀνηγγείλαμεν ἐναντίον αὑτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα. καὶ ἴδομεν· αὐτόν, καὶ οὒκ εἶχεν εἶδος οὐδὲ κάλλος,

ἀλλὰ τὸ εἶδος αὐτοῦ· ἄτιμον, ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους· ἅνθρωπος ἐν πληγῇ· ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον· αὑτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη.

οὗτος τὰς ἁμαρτίας [*](8 ελεηση] ελεησει (-σι ℵ*) ℵc.b A. 10 τον αγιον αυτου ℵB παντα τα ακρα] om τα Β π. τα εθνη τα ακρα ℵ*Γ οmnes gentes ipsa terrae Cyp (Test ii 4). θεου] + ημων ℵΒ pl. 11 αψησθε Β. 12 προτορευσεται ℵΒ al. om Κυριος o B om Κυριος 22 al. 15 συνεξουσιν MSS exc A 305. LIII 2 ανηγγειλαμεν] ανετειλεν? ως παιδ. εναντ. αυτου Β al 3 εκλιπον Β al εκλιποντα ℵ* pr και ℵΒ παντας ἀνθρώπους] των ανθρωπων Β pl παντας τ. υιους τ. ανθρωπων ℵ ceteros homines (Test ii 13). 4 ουτος] ουτως 62.)

85
φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει.

αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἁμαρτίας παιδία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὑτοῦ ἡμεῖς ἰάθημεν.