Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὅτι τάδε λέγει Κύριος δωρεὰν ἐπράθητε, καὶ οὒ μετὰ ἀργυρίου λυτρωθήσεσθε.

Οὖτως λέγει Κύριος Εἰς Αἴγυππον κατέβη ὃ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἷς Ἀσσυρίους ἤχθησαν·

καὶ νῦν τί ὧδε ἔσται; τάδε λέγει Κύριος Ὅτι ἐλήμφθη ὃ λαός μου θαυμάζετε καὶ ὀλολύζετε. τάδε λέγει Κύριος Δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.

διὰ τοῦτο γνώσεται ὃ λαός μου τὸ ὄνομά μου έν τῇ ἡμέρᾳ. ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὑτὸς ὃ λαλῶν· πάρειμι

ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου [*](17 εξεπιες ℵΒQ pl. 18 σε] ε Α. 19 παρακαλέσει σε ℵB 20 σοι] σου ℵBQ pl. θυμου] + μου Β pl. 23 εμβαλω] δωσω ℵB pl. om και 2° ℵB*. μεταφρενα] μεσα LII 1 ενδυσαι 2°] pr συ Β pl. αγια] pr η ℵBQ pl. εκλυσαι ΒQmg 109 305 ενδυσαι Q* εκλυσον 22 62 al. 4 Κυριος] + Κυριος Β al. 5 εσται] εστε ℵBQ τι 198 al. 6 το ονομα μου] τον Κυριον Q* 7 ωρα] ωραιοι (22 corr) 36 62 2.1.)

84
ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιών Βασιλεύσει σου ὃ θεός·

ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σιών.