Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

οἱ υἱοί σοι οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ’ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένα διὰ Κυρίου τοῦ θεοῦ.

διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου.

οὕτως λέγει Κύριος ὃ θεὸς ὅ κρίνων τὸν λαὸν αὐτοῦ Ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ οὕ προσθήσῃ ἔτι πιεῖν αὐτό·

καὶ ἐμβαλῶ αὐτὸ εἷς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου Κύψον, ἴνα παρέλθωμεν· καὶ ἔθηκας ἴσα τῇ γῇ τὸ. μετάφρενά σου ἔξω τοῖς παραπορευομένας.

Ἐξεγείρου ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν σου, Σιών, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἰερουσαλήμ, πόλις ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὸ, σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.

ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον, Ἰερουσαλήμ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἦ αἰχμάλωτος θυγάτηρ Σιών.