Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἅσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι.

καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήχ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὥρυξα ἐν αὑτῷ· καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας.

καὶ νῦν, ἅνθρωπος τοῦ Ἰούδα καὶ οἱ ἐνοικοῦντες ἐν Ἰερουσαλήμ,

τί ποιήσω ἔτι κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ, μέσον τοῦ ἀμπελῶνός μου. τῷ ἀμπελῶνί μου, καὶ οὔκ ἐποίησα αὐτῷ; διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας.

νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου. ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἷς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἷς x003E;

καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὔ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἷς αὐτὸν ὡς εἷς χέρσον ἄκανθα. καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἷς αὐτὸν ὑετόν.