Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἐπιλήμψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.

Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ λάμψει ὅ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ

καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἔν Ἰερουσαλήμ, [*](16 νευμασιν] pr εν Β al. πορια NAQ*. 17 ανακαλυψει ℵB 18 om και τους κοσμους τον κοσμον 22 al) αυτων και Β et oruamenta earum Cyp (De Hab Virg xiii). 20 συνεσιν Α. om αυτων MSS exc ℵA 14 16 106 144. τους δακτ. κ. τα περιδεξ. Β dextralia et anulos Cyp. 13 om τα. 3’ B 147 al. κατακλιτα] κατακλειστα ℵ c.a Γ al κατακλιστρα ℵ*. ιδιας ΑQ*Γ 62 (147) και Α* vid pro adore suavitatis pulvis Cyp. σακκον· + ταντα σοι αντι καλλωπισμου σου 11 211. IV 2 επιλαμψει MSS exc A.)

7
ἅγιοι κληθήσονται πάντες οἶ γραφέντες εἷς ζωὴν ἐν Ἰερουσαλήμ.

ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν έν πνεύματι κρίσεως.

καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὅρους Σιὼν καὶ πάντα τὸ. περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός· πάσῃ τῇ δόξῃ Κυρίου σκεπασθήσεται·

καὶ ἔσται εἷς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ σκληρότητος καὶ ὑετοῦ.