Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὁ γὰρ ἀμπελὼν Κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν, καὶ ἅνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν, καὶ οὔ δικαιοσύνην ἀλλὰ κραυγήν.

Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· [*](4 αιμα] + Ιερουσαλημ R 22 pl. κρισεως] + και και πνευματι καυσεως MSS exc A 106. 5 ηξει] + Κυριος (22* vid) 48 al. om ως ° B al. παση pr και Β σκεπασθ.] Κῦ πασθησεται Α Α ?) om Κυριου MSS exc A 106. 6 σκιαν· + ημερας 22 al. απο σκληροτητος MSS exc Α. V 1 αγαπητου] + μου BQ mg pl. 2 σωρηκ BQ. και εποιησεν ΒΖ al 3 οι ενοικ. εν Ιερ. και ανθρ. του Ιουδα Β (om. εν 22 41 pl). 5 τοιχον· οικον Α* (? οιχ.) τοιχον Α1. καταπατημα] διαρπαγην Α. 6 αναβησονται. . ακανθαι Β. 7 om εστιν Β. 8 τι] om 62 109 εως του μη θπαρχειν τοπον 22 al.)

8
μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς ;

ἠκούσθη γὰρ εἷς τὰ ὦτα Κυρίου σαβαὼθ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἷς ἔρημον ἔσονται· μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες.

οὑ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἔν, καὶ ὃ σπείρων ἀρτάβας ἒξ ποιήσει μέτρα τρία.

Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σίκερα διώκοντες, οἷ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει.

μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσιν, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὗ κατανοοῦσιν.