Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλθατε, καὶ τοῖς [*](21 εξαζει Α* ξει Αα?). 22 λεγ. κݲςݲ τοις ασεβ. XLIX 1 αι νησοι ℵ 22 3.1. 2 ωσει] ως Β pl. εσκεασεν] εκρυψεν ℵ*ΒQmg pl. 3 Ισραηλ] Ιακωβ Q*. ενδοξασθησομαι Β. 4 om και ° MSS exc ℵAQ 26 49. παρα Κυριω MSS exc AQmg 305. 5 τον Ιακωβ προς αυτ. κ. Ισραηλ Β. συναχθησονται κ. δοξασθησονται Q*. om μου ° B* 90 109. μου °] μοι BQ al. 6 τεθεικα] δεδωκα ΒQmg 22 al. εις φως] pr εις διαθηκην γενους ℵBQmg pl. 7 om ° B 26 49 106 109 198. εξελεξατο 22* al. 8 σοι]+και επλασα σε Β 22 pl. κληρονομιας ερημους Β al.)

79
ἐν τῷ σκότει ἀνακαλυφθῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν.

οὑ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ μὴ πατάξει αὐτοὺς καύσων οὐδὲ ὃ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὸ, πηγῶν ὑδάτων ἄξει αὐτούς·

καὶ θήσω πᾶν ὅρος εἷς ὁδὸν καὶ πᾶσαν τρίβον εἷς βόσκημα αὐτοῖς.

ἰδοὺ ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.

εὐφραίνεσθε, οὐρανοί, καὶ ἀγαλλίσαθω ἦ γῆ, ῥηξάτωσαν τὰ ὅρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.

Εἶπεν δὲ Σιών Ἐγκατέλιπέν με Κύριος, καὶ ὃ θεὸς ἐπελάθετό μου.