Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ εἶπεν μοι Δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι.

καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα, καὶ εἷς μάταιον καὶ εἷς οὐθὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίου, καὶ ὃ πόνος μου ἐναντίον τοῦ θεοῦ μου.

καὶ νῦν οὕτως λέγει Κύριος ὅ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ Ἰσραὴλ πρὸς αὐτόν Συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὅ θεός μου ἔσται μου ἰσχύς.

καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἷς φῶς ἐθνῶν, τοῦ εἷναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

οὕτως λέγει Κύριος ὃ ῥυσάμενός σε ὅ θεὸς Ἰσραήλ Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὃ ἅγιος Ἰσραήλ, καὶ ἐξελεξάμην σε.

οὕτως λέγει Κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου,