Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

μὴ μὴ ἐπιλήσεται μήτηρ τοῦ παιδίου αὐτῆς. τοῦ μὴ ἐλεῆσαι τὸ, ἔκγονα τῆς κοιλίας αὐτῆς; εἶ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαι σοῦ, εἶπεν Κύριος.

ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὸ. τείχη, καὶ ἐνώπιόν μου εἲ διὸ. παντός,

καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὥν καθῃρέθης, καὶ οἱ ἐρη- μώσαντές σε ἐκ σοῦ ἐξελεύσονται.

ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντες, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.

ὅτι τὸ. ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὸ. πεπτωκότα, νῦν στενοχωρήσει ἀπὸ τῶν ἐνοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.

ἐροῦσιν γὰρ εἷς τὰ ὦτά σου οἶ υἱοί σου οὕς ἀπολώλεκας Στενός μοι ὅ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω.