Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;

Οὕτως λέγει Κύριος Ἰδοὺ αἴρω εἷς τὸ. ἔθνη τὴν χεῖρά μου, καὶ εἷς τὰς νήσους ἀρῶ σύνσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ [*](9 om και 2° Β pl. om αυτων 1° B pl. 10 om μη MSS 12 ερχονται] ηξουσιν Β 22 pl. om ουτοι ° Q 198 om ουτοι απο (2°) ℵ*B 14 εγκαταλειπεν ΑΒ* κατελειπεν Q*vid) o] οτι Β. θεος] Κυριος ℵΒQ al. 15 μητηρ] γυνη MSS exc A 26 86 (non mg) 109 305. του μη] pr η ℵ*BQ pl. εγγονα ℵ 106 al. 16 εζωγραφηκα ℵΒ. 18 ενδυση] pr ως κοσμον Β + ως κοσμον V + ως στολην 22 al omnibus illis indueris Tyconius 82. νυμφης] ως νυμφη BV novae κυρία( Tyc. 19 κατεφθαρμενα ℵ*Β. ενοικουντων] κατοικ. ℵBQ pl. 20 ατωλεκας Α 106 απωλεσας 22 87 109 305 pl. 21 χηρα]+παροικος και εκκεκλεισμενη V 22 86 87 (62) pl.)

80
θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν,

καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἶ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι, καὶ τὸν χοῦν τῶν ποδῶν σου λίξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσῃ.

Μὴ λήμψεταί τις παρὰ. γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;

οὕτως λέγει Κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι.

καὶ φάγονται οἱ θλίβοντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται αἷς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυ- σθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ ὃ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ.