Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Οὕτως λέγει Κύριος ὃ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὗ συγκλεισθήσονται

Ἐγὼ ἔμπροσθεν αὑτοῦ πορεύσομαι καὶ ὅρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω,

καὶ δώσω σοι θησαυροὺς ἀποκρύφους, ἀποκρύφους, <ἀοράτους> ἀνοίζα σοι, ἵνα γνώσῃ ὅτι ἐγὼ Κύριος ὃ θεὸς ὃ καλῶν τὸ ὄνομά σου, θεὸς Ἰσραήλ.

ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε· σὺ δὲ οὔκ ἔγνως με.

ὅτι ἐγὼ Κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ θεός· καὶ οὐκ ᾔδεισαν με,

ἵνα γνῶσιν οἶ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἶ ἀπὸ δυσμῶν ὅτι οὒκ ἔστιν πλὴν ἐμοῦ, καὶ ὅτι ἐγὼ Κύριος ὅ θεός, καὶ οὐκ ἔστιν ἔτι,

ἐγὼ ὃ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὃ ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐγὼ Κύριος ὅ θεὸς ὃ ποιῶν ταῦτα πάντα.