Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σύ, Ἰσραήλ, μὴ ἐπιλανθάνου μου.

ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφητι πρὸς μέ, καὶ λυτρώσομαί σε.

εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὃ θεὸς τὸν Ἰσραήλ· σαλπίσατε, θεμέλια τῆς γῆς, βοήσατε ὅρη εὐφροσύνην, οἶ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ, ἐν αὐτοῖς, ὅτι ἠλέησεν ὃ θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται.

Οὕτως λέγει Κύριος ὃ λυτρώμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας Ἐγὼ Κύριος ὁ συντελῶν ταῦτα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν.

τίς ἕτερος διεσκέδασεν σημεῖα ἐγγαστριμύθων καὶ μαντίας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἷς τὰ ὀπίσω καὶ τὴν βουλὴν [*](15 επ αιπου] επ αυτων ℵΒQ. ειργασαντο MSS exc AV 109 305. om εις ° B pl. αυτους] αυτοις Q* pl (txt ℵAB 49 (106) 109 305). 16 εν πυρι και επι του ημισους αυτου επεψεν εν τοις ανθραξιν αρτους και επ αυτου Β. 17 εποιησ. εις θεον MSS cxc Α. om αυτω Β. προσευχεται] + προς αυτο Β προς αυτον ℵ αἱ αυτω 22 pl. εξελουμαι ℵΑΒ*Q*Γ. 19 om τη καρδια ουδε ανελογισατο εν Β pl η καρδ. ℵ*) om εν ℵ*Q. κρεας] κρεα Β al. 20 γμωτε] γνωθι BQ pl. 21 om συ ° Q. 22 om ως ° Q*. 23 τα θεμελια ℵΒ pl. ηλεησεν ° ελυτρωσατο Mss exc Α. 24 λυτρουμενος ℵΒQ pl. τλασσων] τλασας ℵ) 36 al. 25 διασκεδασει ℵΒQ διασκεδασω 22 al txt A 106.)

72
αὐτῶν μωρεύων,

καὶ ἱστῶν ῥήματα παίδων αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὃ λέγων Ἰερουσαλήμ Κατοικηθήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ἰουδαίας οἰκοδομηθήσεσθε, καὶ τὸ. ἔρημα αὐτῆς ἀνατελεῖ·

ὁ λέγων τῇ ἀβύσσῳ Ἐρημωθησῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· ὁ λέγων Κύρῳ φρονεῖν, καὶ Πάντα τὰ θελήματά μου ποίησει· ὁ λέγων Ἰερουσαλήμ Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.