Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

εὐφρανθήτω ὅ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥαινέτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνη ἀνατειλάτω ἅμα· ἐγώ εἰμι Κύριος ὃ κτίσας σε.

Ποῖον βέλτιον κατεσκεύασα ὧς πηλὸν κεραμέως; μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν; μὴ ἐρεῖ ὃ πηλὸς τῷ κεραμεῖ Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας;

ὁ λέγων τῷ πατρί Τί γεννήσεις; καὶ τῇ μητρί Τί [*](25 μωρευων] μωραινων 22 pl. 26 παιδων] παιδος MSS exc A. Ιουδαιας· Ιδουμαιας B. ανατελει] αναστησω Ζ 22 pl. XLV 1 εκρατησας Α. 2 αυτου] σου ℵΒQ pl. 3 om αορατους A*. 4 του παιδος μου Ιακωβ Β. μου °] σου ℵ* pl. 5 om θεος ° ℵB*. και °] pr ενισχυσα σε B pl. ηδεισαν] ηδεις MSS exc A. 6 om και οτι MSS exc AQ. 7 παντα ταυτα ℵΒQ al. 8 ρανατωσαν MSS exc ΑΓ. δικαιοσυνη] νην MSS exc A. ανατειλατω °] αναγγειλατω Β om 90 144 308. 9 την γην]+ολην την ημεραν Β (22 pl) 31 (cf xxviii 24). 10 o λεγων] pr μη αποκριθησεται το πλασμα προς τον πλασαντα αυτο ℵ*c.bB 22 31 (cf xxix 16).)

73
ὠδινήσεις;

ὅτι οὕτως λέγει Κύριος ὅ θεὸς ὃ ἅγιος Ἰσραὴλ ὅ ποιήσας τὰ ἐπερχόμενα Ἑρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι.

ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην.

ἐγὰ ἤγειρα αὑτὸν μετὰ δικαιοσύνης, καὶ πᾶσαι αἱ ὁδοὶ αὑτοῦ εὐθεῖαι· αὐτὸς οἰκοδομήσει πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὗ μετὰ λύτρων οὐδὲ μετὰ, δώρων, εἶπεν Κύριος σαβαώθ.

Οὕτως λέγει Κύριος σαβαώθ Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσίν σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὃ θεός ἐστιν, καὶ ἐροῦσιν Οὐκ ἔστιν ὃ θεὸς πλὴν σοῦ.