Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Τίνι ὡμοιώσατε Κύρων, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;

μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; ὁμοίωμα κατεσκεύασεν αὐτόν;

ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ πῶς στήσει αὑτοῦ εἰκόνα, καὶ ἴνα μὴ σαλεύηται.

οὐ γνώσεσθε; οὒκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;

ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἶ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, ὁ στήσας ὥς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὥς σκηνὴν κατοικεῖν,

ὁ διδοὺς ἄρχοντας εἷς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν οἷς οὐδὲν ἐποίησεν.

οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσουσιν, οὐδὲ μὴ εἷς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔπνευσεν ἐπ’ αὐτούς, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὥς φρύγανα ἀναλήμψεται αὐτούς.

νῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος.