Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἰδοὺ Κύριος μετὰ. ἰσχύος ἔρχεται, καὶ ὅ βραχίων αὐτοῦ μετὰ κυρίας· ἰδοὺ ὃ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.

ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ έν γαστρὶ ἐχούσας παρακαλέσει.

Τίς ἐμέτρησεν τῇ χειρὶ τὰ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησεν τὸ. ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ;

τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν;

ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν ,- ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; ἦ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;

εἰ πάντα τὰ ἔθνη ὧς σταγὼν ἀπὸ κάδου καὶ ὡς ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς λογισθήσονται;

ὁ δὲ Λίβανος οὔχ ἱκανὸς εἷς καῦσιν, καὶ πάντα τά. τετράποδα οὐχ ἱκανὰ εἷς ὁλοκάρπωσιν,

καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσιν, καὶ εἷς οὐθὲν ἐλογίσθησαν.