Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἀναβλέψατε εἷς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξεν [*](9 υμων] ημων 26 49 51 62 106 al. 10 Κυριος] + κυριος Β. om αυτου 1° ℵ*BQ al. 13 αυτου σύμβουλος MSS cxc ΑQΓ 41. 147 al. 14 ανταποδωθ. A. om η τις προεδωκεν...ανταποδοθησεται αυτω ℵc.bBQ 22 48 al. 15 om και 2° B 111. ως σιελον A* ωσι ελαιον (σιελος ℵΒQ pl). 16 ολοκαυτωσιν Q 239 (93). 22 al. 18 ωμοιωματι A. 20 ζητει] ζητησει ℵ*Β 111. 22 ωσκηνην 23 εις] ως Β. 24 σπειρωσιν (σπειρουσιν Α). . .φυτευσωσιν ℵQΓ σπειρωσιν Β txt 106. 26 om το ℵΒQ al. κατεδειξεν] κατεδιωξεν Q*.)

64
πάντα ταῦτα; ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντα ἐπ᾿ ὀνόματι καλέσει ἀπὸ τῆς πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν.

Μὴ γὰρ εἴπῃς, Ἰακώβ, καὶ τί ἐλόλησας, Ἰσραήλ Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεός μου τὴν κρίσιν ἀφεῖλεν, καὶ ἀπέστη;

καὶ νῦν οὐκ ἔγνως; εἰ μὴ ἤκουσας; θεὸς αἰώνιος, θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ,

διδοὺς τοῖς πεινῶσιν ἰσχύν, καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην.

πεινάσουσιν γὰρ νεώτεροι, καὶ κοπιάσουσιν νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται·

οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν, βαδιοῦνται καὶ οὐ κεινάσουσιν.

Ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσεις ἀναγγειλάτωσαν.

τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, πορεύσεται· δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν·