Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Οὐαὶ πόλις Ἀριήλ, ἢν Δαυεὶδ ἐπολέμησεν· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ’ ἐνιαυτόν· φάγεσθε γὰρ σὺν Μωάβ

ἐκθλίψω γὰρ Ἀριήλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ τὸ πλοῦτος ἐμοί.

καὶ κυκλώσω ὡς Δαυεὶδ ἐπὶ σέ, καὶ βαλῶ περὶ σὲ χάρακα, [*](21 αναστησεται]+Κυριος ℵΒQ mg al. πικρια] σαπρια Β amaritudp Hieron. 22 οι δεσμοι]+οι οφθαλμοι ℵ* οι οφθ. Γ. συντετελμημενα 23 ακουσατε] ακουετε MSS exc Α 86 106 233 (301vid). 24 μελλει. . αροτριαν] αροτριασει o αροτριων Β (cf xlv 9). 25 και 1°] ουχ ℵBQ (301) al (και οταν αυτης ομαλιση το προσ. 22vid 106 3]). το προσωπ. αυτης Β. πρωτον] τοτε Mss exc A. παλιν]+σπειρει MSS exc A. om και 4° Β. κριθην]+και κεγχρον Β 22 al. 26 om σου ℵ*B* V 22 301 al. 27 τινάσσεται Β aJ. XXIX 1 Αριηλ πολις ην επολ. Δ. Β. ενιαυτον 2°]+εορται συγκρουσθησονται 22 al. φαγεσθε] pr φαγεσθε ℵΒ. 2 o πλουτος MSS exc ΑΓ.)

44
καὶ θήσω ἐπὶ σὲ πύργους,

καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἷς τὴν γῆν, καὶ εἷς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει.

καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὃ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χνοῦς φερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα

παρὰ Κυρίου σαβαώθ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ, κραυγῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα.

καὶ ἔσται ὡς ὃ ἐνυπνιαζόμενος ἐνύπνιον ὃ πλοῦτος τῶν ἐθνῶν πάντων ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰσραήλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ἰερουσαλήμ, καὶ πάντες οἱ συνηγμένοι ἐπ’ αὐτὴν καὶ θλίβοντες αὐτήν.

καὶ ἔσονται ὡς οἶ ἐν ὕπνῳ πεινῶντες καὶ ἔσθοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον· καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ αὐτοῦ εἷς κενὸν ἤλπισεν, οὕτως ἔσται ὃ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ τὸ ὅρος Σιών.

Ἐκλύθητε καὶ ἔκστητε, καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδ’ ἀπὸ οἴνου·